Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 60
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 60.2
Not analysed yet
γλυκυρρίζης χυλοῦ 〈· α′ σὺν ὕδατι ἢ τῆς ῥίζης ἀφέψημα, δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ μετὰ μελικράτου, ἐλάτη λεία σὺν φοίνιξιν ἀποζεσθεῖσα, ἑρπύλλου ἀπόζεμα, ἠρυγγίου 〈· α′ μετὰ σταφυλίνου σπέρματος, ἰσοπύρου σπέρμα σὺν μελικράτῳ, κέστρου φύλλα μετὰ ὑδρομέλιτος, μαράθου σπέρμα, νάρδου στάχυος ἀπόζεμα ἢ μύρον νάρδινον κοχλιαρίου πλῆθος λαμβανόμενον· ὀποπάναξ σὺν μελικράτῳ, λευκανθέμου φύλλων ἢ πίτυος φύλλων 〈· α′ μεθ’ ὕδατος, ῥᾶ ὁμοίως·