# Περὶ ἀπλῶν φαρμάκων 60.2

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/60.2

γλυκυρρίζης χυλοῦ 〈· α′ σὺν ὕδατι ἢ τῆς ῥίζης ἀφέψημα, δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ μετὰ μελικράτου, ἐλάτη λεία σὺν φοίνιξιν ἀποζεσθεῖσα, ἑρπύλλου ἀπόζεμα, ἠρυγγίου 〈· α′ μετὰ σταφυλίνου σπέρματος, ἰσοπύρου σπέρμα σὺν μελικράτῳ, κέστρου φύλλα μετὰ ὑδρομέλιτος, μαράθου σπέρμα, νάρδου στάχυος ἀπόζεμα ἢ μύρον νάρδινον κοχλιαρίου πλῆθος λαμβανόμενον· ὀποπάναξ σὺν μελικράτῳ, λευκανθέμου φύλλων ἢ πίτυος φύλλων 〈· α′ μεθ’ ὕδατος, ῥᾶ ὁμοίως·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
