Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 61
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 61.1
Not analysed yet
(59)καταπλασσόμενα δὲ ὠφελεῖ ἡπατικούς· χαμαίπιτυς μετὰ κωδυῶν ἑφθῶν ξηρῶν κεκομμένων, κρίθινον ἄλευρον μετὰ σύκων, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, φοινικοβάλανοι ἑφθαὶ λεῖαι σὺν κηρωτῇ, ἀψίνθιον σὺν κυπρίνῃ κηρωτῇ καὶ Κελτικῇ νάρδῳ, Ἀμμωνιακὸν ἀναλημφθὲν ὄξει καὶ κηρωτῇ στυφούσῃ. ἐπὶ δὲ τῶν προσφάτων τῆλις σὺν λινοσπέρμῳ καὶ γύρει καὶ μελικράτῳ, μῆλα Κυδώνια μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἡψημένα.