# Περὶ ἀπλῶν φαρμάκων 64.2

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/64.2

ἄσπληνος 〈ἡ〉 πόα μετ’ ὀρόβου καταπλασσομένη, ἀγάλοχον ἐν οἴνῳ ἢ ὕδατι, ἀψίνθιον ἑψηθὲν ἐν ὄξει σὺν ἀλεύρῳ αἰρίνῳ καὶ σύκῳ, γλήχων σὺν ἁλσὶν ἴσοις, ὀρίγανον ὁμοίως· θέρμινον ἄλευρον σὺν πίσσῃ καὶ ὄξει ἑψηθέν, ἰξὸς θερμὸς ἀσβέστῳ ἀναλημφθεὶς ἢ λίθῳ Ἀσσίῳ, ἰσάτεως ἀγρίας φύλλα, καππάρεως ῥίζα, πράσιον σὺν κηρωτῇ ἢ ὠμῇ λύσει, κάρδαμον σὺν σύκοις, κισσοῦ φύλλα ἁπαλὰ καὶ οἱ κόρυμβοι λεῖοι·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
