# Περὶ ἀπλῶν φαρμάκων 65.4

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/65.4

πηγάνου ἀφέψημα σὺν ὄξει πινόμενον· σικύου ἀγρίου ῥίζα ἐν οἴνου ἐρρητινωμένου κο′ β′· δεῖ δὲ λαμβάνειν ἐκ τούτου κυ′ γ′ ἢ δ′ παρ’ ἡμέρας γ′ ἢ δ′, ἕως ἂν ἱκανῶς ὁ ὄγκος σταλῇ· μαλακῶς 〈δὲ〉 ὑδαρὲς ὑποχωρεῖ καὶ οὔτε στόμαχον λυμαίνεται καὶ τὰς δυνάμεις τηρεῖ· καρκίνοι ποτάμιοι ξηροὶ λεῖοι χωρὶς τῶν χηλῶν καὶ ποδῶν μετ’ ὀλίγου ὀπίου καὶ ὕδατος πινόμενοι·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
