# Περὶ ἀπλῶν φαρμάκων 66.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/66.1

(65)καταπλασσόμενα δὲ ὑδρωπικοὺς ὠφελεῖ· βολβοὶ μετὰ μέλιτος — οὗτοι δὲ ἱκανῶς στέλλουσιν —, ἀψίνθιον ἢ ὕσσωπον μετὰ σύκου ἢ ὄξους καὶ αἰρίνου ἀλεύρου· βόλβιτα ξηρὰ θερμανθέντα σὺν ὀξυκράτῳ καὶ μέλιτι· προσέμπασσε δὲ θείου ἀπύρου 〈τὸ〉 τέταρτον μέρος· σπύραθοι αἴγειαι ἑψηθεῖσαι ἐν οὔρῳ παιδὸς ἀφθόρου· θέρμινον ἄλευρον καὶ κισσοῦ φύλλα ἑψηθέντα ἐν οἴνῳ λεῖα· ἢ σύκων διπλάσιον πρὸς κυπαρίσσου καὶ νίτρου 〈ἴσον〉·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
