# Περὶ ἀπλῶν φαρμάκων 67.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/67.1

διουρεῖν δὲ ποιεῖ καλαμίνθη μετ’ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλημφθεῖσα καὶ ἐπὶ τὸν ὀμφαλὸν ἐπιτεθεῖσα· ποιεῖ δὲ τὸ αὐτὸ καὶ πρὸς ἰκτερικοὺς καὶ νεφριτικούς· ἢ κώδιον καταχρισθὲν ἀμόργῃ καὶ ἐπιτεθέν. ὠφελεῖ δὲ καὶ ἡ δι’ ἁλῶν καὶ ἐλαίου τρῖψις πολλὴ μειγνυμένου ποτὲ ὀριγάνου κεκομμένου καὶ σεσησμένου. ἐνίοτε δὲ καὶ καταπλάσσονται τούτοις, τῷ τε ἁλὶ καὶ τῷ ὀριγάνῳ ἴσοις γλοιοποιηθεῖσιν 〈σὺν〉 ἐλαίῳ παλαιῷ· καὶ θερμὰ δὲ καταπλάσσειν δεῖ. ὠφελεῖ καὶ ἡ διὰ τῶν πεφυσημένων καὶ ἀληλειμμένων κύστεων πλῆξις καθ’ ἡμέραν ἐπιτηδευομένη.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
