# Περὶ ἀπλῶν φαρμάκων 68.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/68.1

(66)τὰς δὲ πλατείας ἕλμινθας ἐκτινάσσει πινόμενα· καρδάμωμον σὺν ὕδατι, μόρων ῥιζῶν ὁ φλοιὸς ἑψηθεὶς ἐν ὕδατι, ὀνοχειλοῦς τοῦ Ἀλκιβιαδείου ἡ ῥίζα καὶ τὰ φύλλα πινόμενα, πτέρεως 〈· δ′ σὺν σκαμμωνίας ὀβολοῖς δυσὶν καὶ ἁλσίν· προσκοροδοφαγείτω δὲ ὁ μέλλων πίνειν· πεπέρεως καὶ ἐλαφείου κέρατος κεκαυμένου, ἴσα σὺν ὀξυκράτῳ, καὶ αὐτὸ 〈δὲ〉 τὸ κέρας σὺν μέλιτι ἐκλειχόμενον· ῥοᾶς τῶν ῥιζῶν 〈τὸ〉 ἀφέψημα, σκόροδα ἐσθιόμενα συνεχῶς, ὕσσωπον μετὰ καρδάμου καὶ σὺν σκαμμωνίας ὀβολοῖς β′ ποθέν·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
