# Περὶ ἀπλῶν φαρμάκων 69.2

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/69.2

καὶ ἀσκαρίδας δὲ ἐκτινάσσει κράμβης ὠμῆς χυλὸς καταρροφούμενος σὺν ὕδατι ὀμβρίῳ, πήγανον 〈ἐν〉 ἐλαίῳ ζεσθὲν καὶ ποθέν, [ἢ] ἡδυόσμου χυλὸς ῥοφούμενος, ἀειζώου χυλός, ἁβροτόνου ἀπόζεμα, κύμινον ἀντὶ ἀλφίτου ἐπιπασσόμενον ὀξυκράτῳ, ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος· σερίφου ἀπόζεμα, ὃ ἔνιοι ἀψίνθιον θαλάσσιον καλοῦσι, σὺν ἁλσὶ καὶ ἐλαίῳ καὶ πυροῖς ἢ σύκοις ἢ μύξαις συγκαθηψημένον, ἢ ἀλεύρῳ ἢ ῥοφήματι [ἢ] ξηρὸν ἐπιπασσόμενον·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
