Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 72
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 72.1
Not analysed yet
(70)τὰς δὲ φλεγμονὰς τῆς ὑστέρας καὶ μύσεις καὶ ἀλγήματα ἀφεψόμενα εἰς ἐγκαθίσματα ὠφελεῖ· ἄγνου σπέρμα, ἅλθαίας ῥίζα, Ἀρτεμισία, βακχάριδος ῥίζα, γλήχων, δάφνη, ἶρις, κασσία, κάλαμος, σχοῖνος, Κενταυρείου τοῦ μεγάλου ῥίζα, κόνυζα, κύπερος, λευκοίων ἄνθη ξηρά, 〈μάλιστα ἐπὶ τῶν χρονίων〉· μολόχη, μελίλωτον, κρίνων ἄνθη, λευκάνθεμον, πράσου κεφαλωτοῦ κόμη, σῦκα ξηρὰ μετὰ τήλεως ἢ πτισάνης, τῆλις, λινόσπερμον. ὑποθυμιώμενα δὲ ὠφελεῖ· ἄγνου σπέρμα, βδέλλιον, κασσία, κάλαμος, λάδανον, λιβανωτίδος σπέρμα καὶ ῥίζα· καὶ [τὰ] πρὸς τὰ καρκινώδη ποιεῖ ῥητίνη τερμινθίνη καὶ σμύρνα.