Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 76
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 76.1
Not analysed yet
(72)πινόμενα δὲ τὰς χρονίους φλεγμονὰς καὶ τὰ ἀλγήματα τῆς ὑστέρας παύει· Αἰθιοπίδος ῥίζης ἀφέψημα, γλυκυσίδης κόκκοι ιε′ μεθ’ ὕδατος, πάνακος Ἀσκληπιαδείου φύλλα, ἀκόρου ῥίζα, Κενταυρείου τοῦ μεγάλου ῥίζα, ἄμωμον, ἀρκευθίδες, ἀριστολοχείας τῆς δακτυλίτιδος ῥίζα μετὰ σμυρνίου σπέρματος, βαλσάμου καρποῦ 〈· α′ μετὰ μελικράτου, γερανίου ῥίζης 〈· α′ ἐν μελικράτῳ, κέστρου φύλλων 〈· α′ μετὰ ὑδρομέλιτος, τριφύλλου καρπὸς καὶ τὰ φύλλα ὁμοίως.