Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 81
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 81.3
Not analysed yet
σέσελι σὺν οἴνῳ καθ’ ἡμέραν πινόμενον, καρδαμίνη σὺν οἴνῳ, πήγανον καὶ τὸ σπέρμα αὐτοῦ ὁμοίως, καστόριον μετὰ γλήχωνος ἀποζέματος, σχοῖνος· ἀναισθήτως δὲ ὀλισθάνει ἔμβρυα, ἐὰν ᾠὸν σὺν τῷ ὀστράκῳ θερμάνας καὶ καταχρίσας κεδρίαν, καὶ πάλιν θερμάνας καὶ καταχρίσας, καὶ τὸ αὐτὸ τρίτον ποιήσας δῷς ῥοφῆσαι, ἢ φελλὸν πεπισσωμένον παλαιὸν ἐκ κεραμίου καύσας 〈καὶ〉 λεῖον ἐπιπάσας ἐν οἴνῳ ὁμοίως δῷς πιεῖν.