# Περὶ ἀπλῶν φαρμάκων 81.3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/81.3

σέσελι σὺν οἴνῳ καθ’ ἡμέραν πινόμενον, καρδαμίνη σὺν οἴνῳ, πήγανον καὶ τὸ σπέρμα αὐτοῦ ὁμοίως, καστόριον μετὰ γλήχωνος ἀποζέματος, σχοῖνος· ἀναισθήτως δὲ ὀλισθάνει ἔμβρυα, ἐὰν ᾠὸν σὺν τῷ ὀστράκῳ θερμάνας καὶ καταχρίσας κεδρίαν, καὶ πάλιν θερμάνας καὶ καταχρίσας, καὶ τὸ αὐτὸ τρίτον ποιήσας δῷς ῥοφῆσαι, ἢ φελλὸν πεπισσωμένον παλαιὸν ἐκ κεραμίου καύσας 〈καὶ〉 λεῖον ἐπιπάσας ἐν οἴνῳ ὁμοίως δῷς πιεῖν.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
