# Περὶ ἀπλῶν φαρμάκων 81.4-5

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 81.4 to 81.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/81.4

ποιεῖ δὲ καὶ καππάρεως ὁ ἐκ τῶν ἀπίων καρπὸς πλῆθος 〈· β′ σὺν οἴνῳ ἢ τῆς ῥίζης ὁμοίως, Κενταυρείου 〈τοῦ〉 λεπτοῦ χυλός, κεδρίδες λεῖαι, κέστρου τῶν φύλλων 〈· α′, κιρκαίας ῥίζα ἀποβρεχθεῖσα ἐν γλυκεῖ, κινάμωμον ποθέν, κλινοποδίου ἀπόζεμα, κρήθμου καρπὸς καὶ ἡ ῥίζα ἑψηθέντα ἐν οἴνῳ, κισσανθέμου καρποῦ 〈· α′ ἐν οἴνῳ· κυπαρίσσου πρίσματα, κύπερος, λαπάθου ἀγρίου ῥίζα, λογχῖτις πόα ἐν οἴνῳ ἑψηθεῖσα, καρδάμου σπέρμα, μανδραγόρου σπέρματος 〈· α′ σὺν οἴνῳ, μελανθίου 〈· α′, ὀξυμυρσίνης ῥίζα ἑψηθεῖσα ἐν οἴνῳ, σαμψούχου σπέρμα, κύπρου σπέρμα, σίνων, τόρδιλον, τραγορίγανον, χαμαίδρυος ἀφέψημα, χαμαίπιτυς σὺν μέλιτι, γῆς ἔντερα ξηρὰ πινόμενα· ποιεῖ καὶ σύκων τῶν φύλλων τὸ ἀφέψημα.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
