Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 82
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 82.1
Not analysed yet
(78)προστιθέμενα δὲ ἔμμηνα ἄγει καὶ τὰ ἐκ τόκων καὶ ἔμβρυα· οἴσυπος ἐν ἐρίῳ οἰσυπηρῷ προστεθεὶς ἐπὶ ἡμέρας γ′, ἄκινος καὶ τὸ σπέρμα αὐτῆς, μανδραγόρου ῥίζα ξυσθεῖσα ὡς κολλούριον καὶ προστεθεῖσα, ἐλλέβορος μέλας καὶ λευκός, κνίδης φύλλα μετὰ σμύρνης λεῖα, ἄμωμον, ἀμύγδαλα ἢ ἀμυγδάλινον 〈ἔλαιον〉 σὺν οἴνῳ, ἀνεμώνη λεία, ἀριστολοχεία μετὰ σμύρνης, βδέλλιον, δαφνίδες λεῖαι, ἐλατήριον σὺν μέλιτι, ἐρυθροδάνου ῥίζα ὁμοίως·