Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 94
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 94.1
Not analysed yet
(90)πρὸς δὲ τὰς συλλήμψεις ἐνεργεῖ ποτά· κραταιόγονον καὶ ὁ καρπὸς αὐτοῦ ὑπό τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πινόμενον ἐπὶ ἡμέρας μ′, ἢ σταφυλίνου καρπός, καὶ ἡ ῥίζα 〈δὲ〉 ἐσθιομένη, φύλλου καρπὸς καὶ ἡ ῥίζα, ἱέρακος κόπρος ἐν γλυκεῖ πινομένη ὑπὸ τῆς γυναικὸς πρὸ τῆς συνόδου.