Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 99
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 99.1
Not analysed yet
(95)περίαπτα δὲ πρὸς τὸ μὴ συλλαμβάνειν ὡς συνεργήσοντα ἱστόρηται· γυναικὸς αἷμα ἐκ τῶν καταμηνίων ξηρὸν ἐνδεθὲν ἡμιονείῳ ἢ ἐλαφείῳ δέρματι καὶ περιαφθέν, ἢ ὑπερβαινέτω ἀποτεθὲν εἰς γῆν πρὸ τοῦ συγγενέσθαι· ἄσπληνος βοτάνη καθ’ ἑαυτὴν καὶ σὺν ἡμιόνου ὁπλῇ περιαπτομένη —δεῖ δὲ ὀρύσσειν αὐτὴν ἀσελήνου νυκτός —,μυρίκης ξύλον καὲν καὶ σβεσθὲν 〈ἐν〉 ἰδίοις καταμηνίοις περιαπτόμενον βραχίονι.