# Περὶ ἀπλῶν φαρμάκων 99.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/99.1

(95)περίαπτα δὲ πρὸς τὸ μὴ συλλαμβάνειν ὡς συνεργήσοντα ἱστόρηται· γυναικὸς αἷμα ἐκ τῶν καταμηνίων ξηρὸν ἐνδεθὲν ἡμιονείῳ ἢ ἐλαφείῳ δέρματι καὶ περιαφθέν, ἢ ὑπερβαινέτω ἀποτεθὲν εἰς γῆν πρὸ τοῦ συγγενέσθαι· ἄσπληνος βοτάνη καθ’ ἑαυτὴν καὶ σὺν ἡμιόνου ὁπλῇ περιαπτομένη — δεῖ δὲ ὀρύσσειν αὐτὴν ἀσελήνου νυκτός —, μυρίκης ξύλον καὲν καὶ σβεσθὲν 〈ἐν〉 ἰδίοις καταμηνίοις περιαπτόμενον βραχίονι.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
