# Basp 50 89.1.17-29

Documentary Papyri, Basp 50, 89.1.17 to 89.1.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/basp-50/89.1.17
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/basp-50/89.1.17

… καὶ ἡ τούτου μήτηρ Ταποντῶς Παποντῶτος Περσίνη ὡς ἐτῶν νγ οὐλὴ σιαγόνι ἀριστερᾶι μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς υἱοῦ ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν Μαρωνίδι … … ἔχιν παρ’ αὐτῆς χρῆσιν ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ πυροῦ καθαροῦ ἀδόλου ἀρτάβας πέντε μέτρωι δρόμωι ἑξαχοινίκωι τῆς Μαρωνίδος ἀποδοῦναι μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους … … Ἡρακλείδηι Ἡρακλείδου ὡς ἐτῶν μ ἀσήμωι ἔχειν παρ’ αὐτοῦ διὰ μέτρου χρῆσιν πυροῦ καθαροῦ ἀδόλου ἀρτάβας εἴκοσι τέσσαρας μέτρωι δρόμωι τετραχοινίκωι ἀποδοῦναι μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους … … δεξι Ἰσίωνι … τῶι προγεγραμμένωι ὡς ἐτῶν λα οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς ἔχειν παρ’ αὐτοῦ διὰ μέτρου χρῆσιν πυροῦ καθαροῦ ἀδόλου ἀρτάβας πέντε τέταρτον μέτρωι δρόμωι … … Μυσταρίωνι Ἀκουσιλάου τοῦ καὶ Μύστου ὡς ἐτῶν κα ἀσήμωι ἔχειν παρ’ αὐτοῦ τιμὴν οἴνου νέου ληναίου ἀπὸ γενήματος οὗ καρπωνεῖ ὁ Σι… … κεραμίων Ἀρσινοιτικῶν δέκα ἐν χύματι τοῦ αὐτοῦ ἀμπελῶνος ἀποδοῦναι μηνὶ Καισαρείωι τοῦ ἐνεστῶτος ἔτους ἐπὶ ληνῶι, τοῦ Μυσταρίωνος χορηγοῦντος κέραμον. τὰ δ’ ἄλλα ἀκολούθως …. … Πτολεμαίου ὡς ἐτῶν λε οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς ἔχειν παρ’ αὐτοῦ διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑξήκοντα καὶ ἀντὶ τῶν τούτων τόκων καὶ δεόντων καὶ ἱματισμοῦ παρέξεσθαι … … πάντα τὰ ἐπιτασσόμενα. ἑκάστης δὲ ἡμέρας ἧς ἐὰν μὴ παραμείνηι ἀποτεισάτω δραχμὴν α. μετὰ τὸν χρόνον ἀποδότω ἀργυρίου δραχμὰς ξ καὶ δώσει ὁ Δίδυμος τῇ παιδίσκηι …ο καὶ … … καὶ ἡ τούτου γυνὴ Ἡρὼι Ὡρίωνος Περσίνη ὡς ἐτῶν κγ οὐλὴ εὔσημος … καὶ ὑπόστραβος μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν Διονυσίωι … … κοντα ὀκτὼ εἰς τὴν τιμὴν κριθῆς ἧς ἠγόρασαν καὶ ἀπέσχηκαν οἱ ὁμολογοῦντες παρὰ τοῦ Διονυσίου διὰ μέτρου ἐπὶ κώμης Αὐτοδίκης τῆς αὐτῆς μερίδος πε… … ἀποδώσειν τοὺς ὁμολογοῦντας τῶι Διονυσίωι ἐν — ᾐτήσαντο εἰς συμπεριφορὰν προθεσμίας μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως … … ἀμφότεροι Ἰσχυρίωνος καὶ Χαιρᾶς Πτολεμαίου ὡς ἐτῶν με οὐλὴ ὑπ- ὀφρὺ- δεξια- οἱ γ Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν Πλουτίωνι Πλουτίωνος χειριστῇ τοὺς ὁμολογοῦντας … … ὡς ἐτῶν μδ οὐλὴ γαστροκνημίαι δεξιᾶι ἔχειν παρ’ αὐτοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν χρῆσιν ἔντοκον ἀποδοῦναι μηνὶ Σωτηρείωι τοῦ ἐνεστῶτος ἔτους. ὑπογραφεὺς τῶν ὁμολογούντων …&#x2028;

---

Documentary Papyri, BASP 50. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/basp;50.
