# Basp 58 138

Documentary Papyri, Basp 58, BASP 58 (2021), p. 135-148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/basp-58/138
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/basp-58/138

ὑπατείας Οὐαλεντινιανοῦ τοῦ ἐπιφανεστάτου υἱοῦ τοῦ δεσπότου ἡμῶν Οὐάλεντος τοῦ αἰωνίου Αὐγούστου καὶ Φλαουίου Οὐίκτορος τοῦ λαμπροτάτου, ἐπαγομένων ε. ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Ἀπία Ἀφώνεως μητρὸς Ἀλίλλας ἀπὸ ἐποικίου Φιλοξένου, παρούσης καὶ εὐδοκούσης τῇδε τῇ διαλύσει τῆς μητρὸς αὐτῆς Αὐρηλίας Ἀλίλλας Ἀμούνεως μητρὸς … ἀπὸ τοῦ αὐτοῦ ἐποικίου Φιλοξένου, καὶ ὁ γενόμενος καὶ ἀποπεεπλεγμένος τῆς Ἀπίας ἀνὴρ Ἀρίους Ἀτούφεως μητρὸς Εἰρήνης ἀπὸ κώμης Δίννεως, οἰκῶν ἐν ἐποικίῳ Ἁρποκρᾶ, συνῆρσθαι καὶ διαλελύσθαι πρὸς ἑαυτοὺς τοὺς ὁμολογοῦντας Ἀπίαν καὶ Ἀρίουν ἑκουσίᾳ καὶ αὐτοπροαιρέτῳ γνώμῃ τοῦτο λυσιτελὲς ἑαυτοῖς σκοπήσαντες τὴν πρὸς ἀλλήλους συμβίωσιν, ἥτις αὐτοῖς συνεστήκει ἀγράφως, καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν τὰ καθ’ ἑαυτὸν οἰκονομεῖν ὡς ἐὰν αἱρῆται, τῇ δὲ Ἀπίᾳ καὶ ἑτέρῳ ἀνδρὶ ἐπισυναρμόζεσθαι ἀσυκοφαντήτῳ οὔσῃ κατὰ πάντα τρόπον, ἥτις καὶ ἀπέσχεν παρ’ αὐτοῦ ἣν προσηνέγκατο αὐτῷ …ραν φερνὴν πλήρης. ὁ δέ τε ἀνὴρ Ἀρίους καὶ αὐτὸς προσομολογεῖ ἔχειν τὰ ἑαυτοῦ πάντα πλήρης, καὶ μὴ ἐγκαλεῖν μηδὲ ἐγκαλέσειν μηδὲ ἐπελεύσασθαι ἀμφοτέρους ἐπ’ ἀλλήλους μήτε περὶ τῶν τῇ συμβιώσει ἀνηκόντων μηδὲ μὴν περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος, ἐγγράφου ἢ ἀγράφου, ὀφειλήματος ἢ ἀπαιτήματος ἢ ἐγκλήματος ἢ ζητήματος ἢ ἑτέρου τινὸς τὸ σύνολον ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενὶ παρευρέσει μηδεμιᾷ. τὰ δὲ γενόμενα αὐτοῖς ἐξ ἀλλήλων παιδία αφήλικα δύο, Ἀρῆνις ἐτῶν πέντε καὶ Ἀμοῦτις ἐνιαυτοῦ ἑνός, ἔμεινε παρὰ τῇ μητρὶ τρεφόμενα καὶ διοικούμενα μηδὲν εἰληφυίης παρ’ αὐτοῦ τοῦ πατρὸς Ἀρίου ἀπειπομένου τὰ παιδία. καὶ προσομολογεῖ μηδεπώποτε ἐπιέναι αὐτῇ περὶ τῶνδε τῶν παιδίων καὶ αὐτὴ δὲ ἡ Ἀπία καὶ ἡ ταύτης μήτηρ Ἀλίλλα προσομολογοῦσιν μὴ ἐπελεύσασθαι τῷ Ἀρίῳ …τε περὶ τροφῶν ἢ ἑτέρου τινὸς τὸ σύνολον διὰ τὸ οὕτως αὐτοὺς συντεθεῖσθαι, καὶ ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος Ἀρίους περιλέλυμαι πρὸς τὴν γυναῖκά μου Ἀπίαν ἑκουσίᾳ γνώμῃ καὶ οὐκ ἐπελεύσομαι ἐπ’’ αὐτὴν περὶ οὐδενὸς ἁπλῶς πράγματος καὶ ἀπεταξάμην τῶν παιδίων ὡς πρόκειται καὶ ἐπερωτηθείς ὡμολόγησα. Αὐρήλιος Ψιαξ Σαραπίονος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμάτου ὅντος.

---

Documentary Papyri, BASP 58. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/basp;58.
