# Bgu 1 183.r.19-39

Documentary Papyri, Bgu 1, 183.r.19 to 183.r.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-1/183.r.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-1/183.r.19

θεοῦ μεγάλου ὄντα καὶ συνχωρεῖ ἡ αὐτὴ Σαταβοὺς τοῖς δυσὶ υἱοῖς Στοτοήτι καὶ Ὥρωι μῦλον θηβαικὸν καὶ ὅσα ποτὲ ἐὰν καταλείψῃ ἐπίπλοα σκεύη καὶ ἐνδομενίαν πᾶσαν καὶ ἐπιτροπεύουσαν καὶ ἀνε…ηγετεύουσαν καὶ τῇ θυγατρὶ Ἐριέᾳ συνχωρεῖ ἡ Σαταβούς τὸν περὶ αὐτῆς γυναικεῖον κόσμον καὶ τῇ θυγατρὶ Σοήρει ὁμοίως συγχωρεῖ ἡ Σαταβοῦς μετὰ τὴν ἑαυτῆς τελευτὴν τὸ λοιπὸν ἥμισυ μέρος τῆς προγεγραμμένης πρότερον Ψενταπιάμιος οἰκίας καὶ αὐλῆς καὶ τοῖς τοῦ τετελευτηκότος αὐτῆς ἑτέρου υἱοῦ Τεσενούφιος τέκνοις Στοτοήτι καὶ Ὥρωι ἑκάστῳ ἀνὰ ἀργυρίου δραχμὰς ὀκτὼ ἐφʼ ᾧ ἀποδώσουσιν οἱ δύο … Στοτοήτι καὶ Ὣρωι ἃς ὀφείλει ἡ Σαταβοὺς διὰ χειρὸς ἀγράφως ἀργυρίου δραχμὰς ὀκτακοσίας, εἶναι δὲ αὐτοῖς κοινῶς ἐξ ἴσου τὴν προσήκουσαν τῇ Σαταβοῦτι ταφὴν καὶ κηδείαν ἀνεκλόγιστα, ἐφʼ ὃν χρόνον ζῶσα ᾖ Σαταβούς, ἔχειν αὐτὴν τὴν ἐξουσίαν τῶν ἰδίων πάντων πωλεῖν ὑποτίθεσθαι διαθέσθαι οἷς ἐὰν βούληται ἀπαραποδίστως. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ὧρος Στοτοήτιος ὡς ἐτῶν κδ οὐλὴ μετώπωι μέσωι καὶ τῆς Ἐριέας καὶ τοῦ κυρίου Λεονίδης τοῦ Ζωίλου ὡς ἐτῶν κδ οὐλὴ μετώπωι ἐκ δεξιῶν καὶ τῆς Σαταβοῦτος καὶ τοῦ κυρίου Στοτοήτιος τοῦ Ἀπύγχεως ὡς ἐτῶν ξ οὐλὴ πήχει ἀριστερῶι. Ὧρος Τεσενούφεος τοῦ Τεσενούφεος Πέρσης τῆς ἐπιγονῆς ὁμολογῶ ἔχειν παρὰ τῆς συνούσης καὶ προγαμούσης μου γυναικὸς Ἐριέας τῆς Τεσενούφεος μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πεκύσεως τοῦ Ὥρου τὰς τῆς φερνῆς ἀργυρίου δραχμὰς εἴκοσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ὧρος Στοτοήτιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. Ἐριεὺς ἡ Τεσενούφιος μετὰ κυρίου τοῦ υἱοῦ Πακύσιος τοῦ Ὥρου δέδωκα τὴν προκειμένην φερνὴν ἀργυρίου δραχμὰς εἴκοσι καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Λεονίδης Ζωίλου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Σαταβοὺς ἡ Ὥρου τοῦ Ἁρυώτου μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Τανεφρέμμιος υἱοῦ Στοτοήτιος τοῦ Ἐριέως ὁμολογῶ συγκεχωρηκέναι μετὰ τὴν ἐμὴν τελευτὴν τοῖς τέκνοις μου Στοτοήτι καὶ Ὥρωι καὶ Σοήρι καὶ Ἐριέᾳ καὶ τοῖς τοῦ τετελευτηκότος μου ἑτέρου υἱοῦ Τεσενούφιος υἱοῖς Στοτοήτι καὶ Ὥρῳ τῷ μὲν υἱῷ Στοτοήτι συνχωρῶ οἰκίαν καὶ αὐλὴν ἐκ τοῦ πρὸς νότου μέρους καὶ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς ἐκ τοῦ πρὸς βορρᾶ μέρους, πρότερον Ψενταπιάμις καὶ πέμπτον δέκατον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς πρότερον Πατουλῶτος καὶ τῷ Ὥρωι καὶ θυγατρὶ Ἐριέᾳ ὁμοίως συνχωρῶ ἑκάστῳ κατὰ τὸ ἥμισυ μέρος οἰκίας καινῆς καὶ αὐλῆς ἐκ τοῦ πρὸς νότου μέρους, τοῖς αὐτοῖς ὁμοίως συνχωρῶ

---

Documentary Papyri, BGU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;1.
