# Bgu 1 234

Documentary Papyri, Bgu 1, BGU 1 234. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-1/234
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-1/234

ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Μεσορὴ δ, Καισαρείου δ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι ἀλλήλοις Πετεσοῦχος Καμείους ὡς ἐτῶν πεντήκοντα … οὐλὴ ἀντικνημίῳ καὶ Καμὴς υἱὸς ὡς ἐτῶν κδ οὐλὴ … ἀριστερῶι οἱ δύο διειρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐφʼ ὅσον μένει αὐτοῖς ἡ γεωργία χρόνον καὶ κεκληρῶσθαι καὶ ἐπανειρῆσθαι τὸν μὲν Πετεσοῦχον εἰς τὸ ἐπιβάλλον αὑτῷ μέρος Καρανίδος βασιλικῆς αἰγιαλοῦ ἀρούρας πέντε καὶ ὁμοίως Πτολεμαίδος ἐν τόπῳ Ἰσθ λεγομένῳ ἄρουραν μίαν καὶ περὶ Πατσῶντιν βασιλικῆς γῆς πρότερον Πανᾶς ἀρούρης τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν καὶ τὸν Καμῆν υἱὸν ὁμοίως εἰς τὸ καὶ αὐτῷ ἐπιβάλλον μέρος Καρανίδος βασιλικῆς αἰγιαλοῦ σὺν τῇ μεμισθωμένῃ ἀρούρας πέντε , Πτολεμαίδος προσόδων ἀρουρ … ἥμισυ δυοκαιτριακοστὸν τετρακαιεξηκοστὸν , καὶ περὶ Πατσῶντιν βασιλικῆς γῆς πρότερον Πανᾶς ἀρούρης τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστόν , ἐπὶ δὲ παντὸς τοῦ ἀρουρηδοῦ … ἕκαστον δὲ αὐτῶν ἀντέχεσθαι, οὓς ἐπείρηται … καὶ διαγράφειν τὰ ὑπὲρ αὐτῶν δημόσια πάντα κ… …χ… Καμείους Πετεσούχου διειρημαι … πατρί μου καὶ αιαυ… ἀρουρ ε καὶ περὶ Πτολεμαίδα προσόδων … … ἀρουρ β ιϛ ξδ … Καμῆς Πετεσούχου …

---

Documentary Papyri, BGU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;1.
