# Bgu 1 241

Documentary Papyri, Bgu 1, BGU 1 241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-1/241
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-1/241

… ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν … χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἀπολλωνίου τοῦ Ἀπολλωνίου προτομαφόρου σπείρης πρώτης Οὐλπίας Ἀφρῶν ἑκατονταρχίας Ἱέρακος καὶ παρὰ τούτου ἀδελφιδοῦ Κάστορος Κάστορος τοῦ Ἀπολλωνίου μητρὸς … ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. συνχωροῦσιν Ἀπολλώνιος καὶ Κάστωρ διειρῆσθαι πρὸς αὑτοὺς τὰ ὑπάρχοντα αὐτοῖς καὶ ἐληλυθότα εἰς αὐτοὺς ἀπὸ τῆς μετηλλαχύιας τοῦ μὲν Ἀπολλωνίου πατρὸς Ἀπολλωνίου χήρας, τοῦ δὲ Κάστορος μάμμης Τασουχαρίου, ὁ μὲν Ἀπολλώνιος ἐκ τοῦ ἐπιβάλλοντος αὐτῷ διμοίρου, ὁ δὲ Κάστωρ ἐκ τοῦ λοιποῦ μέρους τρίτου τὰ ὑπάρχοντα αὐτοῖς περὶ τὴν …ομ προκιμένην κώμην Καρανίδα ἐλαιῶνος ἐν δυσὶ σφραγῖσι ἀρούρας ἓξ μιᾶς μὲν σφραγῖδος ἀρουρῶν πέντε , τῆς δὲ δευτέρας τῆς λοιπῆς ἀρούρης μιᾶς , ἀμφοτέρων ἐν τόπῳ Ψα…λ… λεγομένῳ καὶ περὶ τὴν Φιλοπάτορος τὴν καὶ Θεογένους ἀρούρας τρεῖς ἐλαιῶνος καὶ ἀπὸ τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν … ἐννέα ἐπιβεβληκέναι τῷ μὲν Ἀπολλωνίῳ εἰς τὸ ἐπιβάλλον αὐτῷ δίμοιρον μέρος ἀπὸ τῶν μὲν προγεγραμμένων τῶν περὶ Καρανίδα ἐν τῇ π…ηυ σφραγῖδι ἀρουρῶν πέντε ἀρούρας τρεῖς , ὧν γείτονες νότου ὑδραγωγός, μεθʼ ὃν σιτικὰ ἐδάφη βορρᾶ ὑδραγωγός, …ε … σιτικὰ ἐδάφη ἀπηλιώτου Σεμπρωνίου βενεφικιαρίου καὶ ἑτέρων ἐλαιὼν λιβὸς αἱ ὑπογεγραμμέναι καὶ ἐπιβεβληκυῖαι τῷ Κάστορι ἄρουραι δύο καὶ περὶ τὴν Φιλοπάτορος τὴν καὶ Θεογένους ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν τῇ σφραγῖδι ὧν γείτονες ἑκαστοθεν …οι…χ… τῷ δὲ Κάστορι ἐπιβεβληκεναι τὸ μὲν ἐκ τῆς προκιμένης πρώτης σφραγῖδος λοιπὸν μέρος ἐν ᾧ ἐλαῖαι ἐνφυτοι τριάκοντα ἓξ ἢ ὅσαι ἐὰν ὦσι, οὗ γείτονες νότου ὑδραγωγὸς, μεθʼ ὃν σιτικὰ ἐδάφη, βορρᾶ ὑδραγωγὸς, μεθʼ ὃν σιτικὰ ἐδάφη, ἀπηλιώτου αἱ ὑπογεγραμμέναι καὶ ἐπιβεβληκυῖαι τῷ Ἀπολλωνίῳ ἄρουραι τρεῖς , λιβὸς …τουκελ… ὁμοίως τὴν προκιμένην περὶ τὴν Καρανίδα ἐν μιᾷ σφραγῖδι ἄρουραν μίαν , γείτονες νότῳ ὑδραγωγὸς, μεθʼ ὃν σιτικὰ ἐδάφη, ἀπηλιώτου Συριᾶτος σιτικὰ ἐδάφη, λιβὸς Σεμπρωνίου βενεφικιαρίου καὶ ἑτερών ἐλαιὼν καὶ ἀπὸ τοῦ νῦν κρατεῖν καὶ κυριεύειν ἕκαστον αὐτῶν τοῦ ἐπὶβεβληκότος αὐτῷ μέρους καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ ἐπιτελεῖν περὶ αὐτῶν, ὡς ἐὰν αἱρῆται καὶ μὴ ἐπέρχεσθαι τὸν ἕτερον ἐπὶ τὸν ἕτερον περὶ τοῦ ἐπιβεβληκότος αὐτῷ μέρους κατὰ μηδένα τρόπον παρευρέσει μηδεμιᾷ διαγράφοντος ἑκάστου αὐτῶν τὰ ὑπὲρ τοῦ ἰδίου μέρους καθήκοντα χωρὶς ὧν πρὸς τὸ ἐπίσταλμα τῆς διαιρέσεως κατεβλήθη, τῇ δεκάτῃ τοῦ διεληλυθότος μηνός. ἔτους ἑπτακαιδεκάτου Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου καὶ Λουκίου Αὐρηλίου Κομμόδοῦ Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων Ἐπεὶφ δ.

---

Documentary Papyri, BGU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;1.
