# Bgu 1 316

Documentary Papyri, Bgu 1, BGU 1 316. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-1/316
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-1/316

ὑπατείᾳ Φλαουίου Εὐσεβίου καὶ Φλαουίου Ὑπατείου τῶν λαμπροτάτων τῇ πρὸ τεσσάρων εἰδῶν Ὀκτωβρίων, ἀγαθῇ τύχῃ, ἐν κολωνίᾳ Ἀσκάλωνι τῇ πιστῇ καὶ ἐλευθέρᾳ, ἔτους δευτέρου ἑξηκοστοῦ τετρακοσιοστοῦ τοῦ μηνὸς Γορπιαίου ιδ. ἐπρίατο καλῇ αἱρέσει Φλάουιος Βιταλιανὸς βίαρχος οὐεξελλατίωνος ἱππέων καταφρακταρίων ἱδρυμένων τὰ νῦν ἐν τῇ Ἀρσινοιτῶν πόλει τῆς Αἰγύπτου ὑπὸ Δωρόθεον τριβοῦνον παρὰ Φλαουίου Ἀγεμούνδου σινάτορος νουμέρου αὐσιλιαρίων Κωνσταντιακῶν ὑπὸ Βάριον τριβοῦνον νῦν εξ… τῇ ἐνταῦθα διατριβούσῃ φαμιλίᾳ τῶν γενναιοτάτων Κωνσταντιακῶν στρατιωτῶν δοῦλον αὐτοῦ ὀνόματι Ἀργούτιν ἢ καὶ εἴ τινι ἑτέρῳ ὀνόματι καλεῖται ἢ κληθήσεται γένει Γάλλον, ὄντα ὡς ἐτῶν δέκα τεσσάρων μικρόπλεον, λευκόχρουν, ὑπόσιμον, εὐόφθαλμον, εὐθύτριχα τιμῆς τῆς συνφωνηθείσης μεταξὺ αὐτῶν χρυσινῶν δεσποτικῶν τετραγραμμιαίων διζῴδων δέκα ὀκτώ , οὕσπερ τῆς τιμῆς χρυσινοὺς δέκα ὀκτὼ ἀπέσχεν καὶ ἐπληρώθη ὁ πεπρακὼς παρὰ τοῦ πριαμένου κατὰ τὴν προκειμένην ὠνὴν καὶ διὰ χειρός, καὶ παρέδωκεν αὐτῷ τὸν προγεγραμμένον δοῦλον κυρίως ἔχειν καὶ δεσποτικῶς κτᾶσθαι χρᾶσθαι πωλεῖν διοικεῖν, ὃν ἂν αἱρῆται τρόπον, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς ἀεί. καὶ ἄν τις τοῦ πεπραμένου δούλου ἀντιποιηθῇ ἢ ἐπενεχθῇ τι κατʼ αὐτοῦ τρόπῳ οἵῳ δή τινι, ὁ πεπρακὼς καὶ διάδοχοι αὐτοῦ τοῖς ἰδίοις ἀναλώμασιν βεβαιώσει τῷ πριαμένῳ ἢ ἐκτίσει αὐτῷ παραχρῆμα τὴν τιμὴν καὶ τὸ βλάβος καὶ ὅσον ἂν αὐτῷ διαδόχοις τε αὐτοῦ διαφέρῃ. ἱερὰν δὲ νόσον καὶ σίνος παλαιὸν καὶ κρυπτὸν πάθος μέχρις μηνῶν ἓξ καὶ δρασμὸν μέχρις μηνῶν δέκα δύο ὁμοίως ὁ πεπρακὼς καὶ διάδοχοι αὐτοῦ βεβαιώσουσιν τῷ πριαμένῳ καὶ διαδόχοις αὐτοῦ ἢ ἐκτίσουσιν αὐτῷ τὴν τιμὴν καὶ τὸ βλάβος καὶ ὅσον ἂν αὐτῷ διαδόχοις τε αὐτοῦ διαφέρῃ, τῆς πράξεως πάντων γεινομένης τῷ πριαμένῳ ἔκ τε τοῦ πεπρακότος καὶ ὑπαρχόντων αὐτοῦ ὧν τε νῦν ἔχει καὶ ὧν ἂν μετὰ ταῦτα ἐπικτήσηται ἐν παντὶ εἴδει καὶ γένει οὕτως ὡσεὶ ἕκαστον αὐτῶν κατʼ εἶδος καὶ κατὰ γένος καὶ ὀνομαστὶ ὑποθήκης ἐνεχύρου τε δικαίῳ ὑπόκειται, ἐπὶ τῷ ἐξουσίαν ἔχειν τὸν πριάμενον …του …ασθαι κατὰ τῶν νόμων … …πρ…κα…

---

Documentary Papyri, BGU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;1.
