# Bgu 1 8.1.1-8.2.16

Documentary Papyri, Bgu 1, 8.1.1 to 8.2.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-1/8.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-1/8.1.1

… τάλαντον … δραχμαὶ υιβ… …νου βοηθήσεσθαι … τοῦ καιροῦ τῆς συνκομιδῆς …ει ποίησον τὰ ἄλλα καὶ …νειας τὰ ὀφειλό… … Ζωίλωι …υ … ἐνεχόμενα …πλωσιν παρακειμένης … ἀναπέμψαι ἡμῖν ἕως … οὕτω γὰρ ε…ειπε ασ…Θεμίστου καὶ Πολέμωνος … ἐρρῶσθαι ὑμᾶς εὔχομαι … Σεπτιμίου Ἀμμωνίου … αὐτὸν καὶ Σερήνου … δηλοῦντος … ἡνίκα ἦν πρὸς … ἀπὸ τῆς βουλῆς πυροῦ ἀρτάβαι υμδ …υ ἐχόμενα τὰ πρὸς … στρατηγὸς Σεπτίμιος … τὸν ἑπόμενον …αιτε νῦν κεκτῆσθαι … γενημάτων π… …ανει… …εν…α…ωνη… ἐκ τῆς τάξεως συ…ως ἕως Παχὼν τοῦ δ ἔτους … καὶ ὑπὲρ προθεσμίας Παῦνι τοῦ … ἔτους ἐπειδὴ οὖν ἀπεφηνάμην τοῦ πρυτάνεως Ἀγαθοῦ Δαίμονος παρόντος αὐτῷ προσήκειν καὶ τοῖς προεστῶσι τῶν νομαρχικῶν ἀσχολημάτων τὴν ἀπαίτησιν μετὰ τῶν ἐπιγενομένων καὶ ἐπιγενησομένων εἰς τὴν ἡμέραν τῆς ἀποδόσεως τόκων, φρόντισον κατασχεῖν μὴ μόνον τῶν νομαρχῶν καὶ τῶν λοιπῶν τῶν ἐνεχομένων καὶ τοῦ χειροτονήσαντος αὐτοὺς πρυτάνεως τὰ ὑπάρχοντα, μέχρις ἂν ἡ ἀπόδοσις τῶν ὀφειλομένων γένηται, ἀλλὰ καὶ τὰ ὑπὲρ τῶν προτέρων χρόνων ὀφειλόμενα τάλαντα ιθ δραχμὰς Δϡη ὡς τὸ κατὰ πρόσταγμα … ἐδηλώθη ὑπὸ τῶν προεπιτροπευσάντων ἐκπρᾶξαι κατὰ τὸν αὐτὸν τρόπον …ως τὰ ὑπάρχοντα καὶ εὐθὺς … ἀντίγραψον μοι …υ…σ…τ… εἶδος τῶν κατεσχημένων ἔν τε κινητοῖς καὶ ἀκινητοῖς εἰδὼς ὅτι ἐὰν μὴ ἀποδῶσιν … ἡ εἴσπραξις ἔσται ἵνα δὲ μὴ … ἀπόφασις σοι ὑπολείπηται ἔπεμψα Πτολεμαῖον Ἰσιδώρου στρατιώτην βοηθήσοντα. τὰ δὲ ἐπεσταλμένα ταχέως κατὰ τὴν χρείαν ἀπόλυσον. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ε Ἐπεὶφ … ἐπιστολῶν δύο γεγραμμένων μοι ὑπὲρ Ἀρσινοιτικῶν ἀσχολημάτων εν…σαμεν … ἀπαιτηθέντα ὑπʼ ἐμοῦ διὰ ψηφικῶν λόγων τὰ ἀντίγραφα ὑπόκειται. … περὶ τῶν ἀπαιτηθέντων κεφαλαίων ὑπὲρ λόγου τῆς ἐπιτροπῆς διὰ μὲν μιᾶς εἰς ἀρίθμησιν μηνὸς Παῦνι· ἐδηλώθη προστεθεῖσθαι εἰς ἀρίθμησιν μηνὸς Παῦνι τοῦ ἐνεστῶτος ε ἔτους τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν ὑπὲρ λόγου τῆς σῆς ἐπιτροπῆς τὰ ὑπογεγραμμένα κεφάλαια, ὅπερ ἵνʼ εἰδῇς κύριέ μου γράφω.

---

Documentary Papyri, BGU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;1.
