# Bgu 1 87

Documentary Papyri, Bgu 1, BGU 1 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-1/87
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-1/87

ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Τῦβι ιη ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ταουῆτις Ἁρπαγάθου τοῦ Σαταβοῦτος ἱέρεια ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν κα ἄσημος μετὰ κυρίου τοῦ συνγενοῦς Στοτοήτεως Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν λε οὐλὴ ἀντίχειρι ἀριστερῷ Σαταβοῦτι Σαταβοῦτος τοῦ Σαταβοῦτος ἱερεῖ πέμπτης φυλῆς ὡς ἐτῶν ιη ἄσημος πεπρακέναι αὐτῷ τὴν ὁμολογοῦσαν τοὺς ὑπάρχοντας αὑτῇ καμήλους θηλείας δύο ἐσφραγισμένας εἰς τὸν δεξιὸν μηρὸν νῦ καὶ ἦτα τούτους τοιούτους ἀναπορρίφους καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παρὰ τοῦ Σαταβοῦτος σεβαστοῦ ἀργυρίου δραχμὰς πεντακοσίας καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν τὰ κατὰ τὴν πρᾶσιν ταύτην διὰ παντὸς πάσῃ βεβαιώσει, οὓς καὶ ἀπογράψεται ὁ Σαταβοῦς τῇ τοῦ ἐνεστῶτος ἔτους ἀπογραφῇ καὶ πάντων τῶν δημοσίων πρὸς αὐτὸν ὄντων ὑπογραφεῖς. Σῦκος ὁ καὶ Παπῆες Νείλου ὡς ἐτῶν μ οὐλὴ μετώπωι Ταουῆτις Ἁρπαγάθου μετὰ κυρίου τοῦ συνγενοῦς Στοτοήτεως τοῦ Στοτοήτεως ὁμολογῶ πεπρακέναι τῷ Σαταβοῦτι τοὺς ὑπάρχοντάς μοι καμήλους δύο θηλείας ἐσφραγισμένας κατὰ τοῦ δεξιοῦ μηροῦ νῦ … καὶ ἦτα ταύτας τοιαύτας καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς πεντακοσίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκιται … ἔγραψα ὑπὲρ αὐτῆς ἐντέτακται διὰ γραφείου Σοκνοπαίου Νήσου.

---

Documentary Papyri, BGU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;1.
