# Bgu 1 93

Documentary Papyri, Bgu 1, BGU 1 93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-1/93
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-1/93

Πτολεμαῖς Ἀβοῦτι τῷ τιμιωτάτῳ πατρὶ πλεῖστα χαίρειν· ἐκομισάμην παρὰ Κάστορος οὐετρανοῦ ἱματίων ἀριθμῷ ὀκτώ , ὡς ἐνετειλάμην σοι κάτʼ ὄψιν περὶ τῆς γυναικός. καλῶς ποιήσεις διαπέμψας αὐτῇ τὴν δελματικήν ἣν ἔχεις λινῆν καὶ εἴ τι ἄλλο ἀποφέρεται αὐταῖς κατὰ τὸν νόμον ἔν τε ὅσῳ ἐξέρχεται ἐπʼ ἀγαθοῖς ὁ κύριος ἡμῶν Αὐτοκράτωρ κ… τα…την καὶ τὰ μαλάβαθρα α…ιμ… οὐκ ἔδωκέ μοι Κάστωρ οὐδὲ τὸ καλ…ερι…. μὴ οὖν προσέχων τῇ μητρί μου ἀμελήσῃς, καὶ ἂν μὴ αὐτὴ θέλῃ. σὺ φρόντισον, ὡς ἁρμόζῃ καὶ εὐθύς, ἐάν σοι γράψω καὶ δυνατόν σοι ἦι, μετʼ αὐτῆς κατέλθῃς πρὸς ἐμέ, ἐὰν δὲ μὴ σχολάζῃς, διαπέμψεις αὐτὴν διὰ τῆς μητρός μου ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τῆς μητρὸς ἢ ὡς θέλεις, καὶ κατάστησον αὐτοὺς εἰς Μέμφιν καὶ τὸ ναῦλον αὐτῶν καὶ τὴν δαπάνην αὐτῶν δὸς καὶ τὸ λωδίκιν διάπεμψαι μοι ὁμοίως· ἀσπάζου τοὺς ἀδελφούς μου καὶ τὴν γυναῖκά σου καὶ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα· ἀσπάζου Μάρωνα καὶ εἰπὲ αὐτῷ, ὅτι τὸ βιβλίδιον ἐπέδωκα, οὐδέπω δὲ ἐξῆλθε ἡ ὑπογραφή· ἐὰν οὖν μὴ ἐξέλθε, πάλιν ἀναδώσω· ἐρρῶσθαί σε εὔχομαι. δήλωσον οὖν μοι, τί ἔπραξας περὶ αὐτοῦ, ἐπεὶ ἐδηλώθη σοι ὑπάγειν με εἰς Πηλοῦσιν μετὰ τοῦ ἡγεμόνος οὐκ ἐξῆλθον Ἀβοῦτι οὐετρανῷ παρὰ Πτολεμαίου υἱοῦ.

---

Documentary Papyri, BGU 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;1.
