# Bgu 10 1959

Documentary Papyri, Bgu 10, BGU 10 1959. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-10/1959
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-10/1959

πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ὑπερβερεταίου ἐν Θώλθει τΟῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογεῖ Νόμος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα ἔχειν παρὰ Ἀριστολόχου τοῦ Στρατίου Θραικὸς τῆς ἐπιγονῆς πυρῶν ἀρτάβας …ήκοντα εἰς τὰ ἐκφόρια τοῦ κλήρου αὑτοῦ τοῦ δεκάτου ἔτους κατὰ τὴν συγγραφὴν τῆς μισθώσεως τοῦ κλήρου τὴν κειμένην παρὰ συγγραφοφύλακι Πτολεμαίωι Βιθυνῶι ἑβδομηκονταρούρωι τῶν Νικοδήμου. προσδεξάσθω δὲ Νόμος Ἀριστολόχωι τὸν σῖτον τοῦτον εἰς τὰ ἐκφόρια τοῦ ἑνδεκάτου ἔτους. ἐὰν δὲ μὴ προσδέξηται ἀλλʼ εἰσπραχθῇ Ἀριστόλοχος τὸν σῖτον τοῦτον ὑπὸ Νόμου ἢ ὑπʼ ἄλλου τινος καθʼ ὁντινοῦν τρόπον ἢ βασιλικόν τι κώλυμα γένηται τοῦ μὴ προσδεχθῆναι Ἀριστολόχωι τὸν σῖτον τοῦτον ὑπὲρ Νόμου, ἀποτεισάτω Νόμος Ἀριστολόχωι τιμὴν τῆς ἀρτάβης τῶν πυρῶν ἑκάστης ἢ ἐὰν εἰσπραχθῇ ἢ μὴ προσδεχθῇ αὐτῶι δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀριστολόχωι παρὰ Νόμου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. … Διοκλῆς Ἱππολύσου Κυρηναῖος τῆς ἐπιγονῆς

---

Documentary Papyri, BGU 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;10.
