# Bgu 10 1969

Documentary Papyri, Bgu 10, BGU 10 1969. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-10/1969
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-10/1969

Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Διογένης Ζηνοβίου … τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτάβας … ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συντάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Διογένης Ζνηοβίου … τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτάβας … ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συντάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.

---

Documentary Papyri, BGU 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;10.
