# Bgu 11 2086

Documentary Papyri, Bgu 11, BGU 11 2086. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-11/2086
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-11/2086

Αὐρήλιος Ἀμμώνιος …μιε…ν Ἀρσινοειτῶν πόλεως καὶ … Ἀλκίμῳ γεγυμνασιαρχηκότι ἐνάρχῳ πρύτανι καὶ πρὸς τῇ ἐπικρίσει … παρὰ Αὐρηλίου Εὐπόρου Λεοντᾶ τοῦ Χαιρήμονος μητρὸς Πλω… καὶ … ἀμφοτέρων ἀπὸ ἀμφόδου Θεσμοφορίου. τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου μου ἀδελφοῦ Αὐρηλίου Σ… τοῦ καὶ Διδύμου προσβάντος εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ἐνεστῶτι α ἔτει Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ ὀφείλοντος ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος ὑπέταξα τὰ ἀμφοτέρων ἡμῶν δίκαια. ἐγὼ μὲν οὖν Αὐρήλιος Εὔπορος ἐπεκρίθην τῷ … ἔτει … τῆς προπαρελθούσης βασιλείας καὶ ἀπεγραψάμην ταῖς τῷ κδ ἔτει καὶ θ ἔτει γενομέναις κατʼ οἰκίαν ἀπογραφαῖς ?, ἐν δὲ τῇ τοῦ θ ἔτους ἀπογραφῇ ἀπεγραψάμην καὶ τὸν ἐπικρινόμενόν μου ἀδελφὸν Αὐρήλιον Σ…κο…ν τὸν καὶ Δίδυμον …ι…ωστ…ις …κ…ου … απο …νιου ερμ…υηρα …ν κα…ηρ… και … ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς … ἀντίγραφον ἐπικρίσεως ἐκ βιβλιοθήκης δημοσίων λόγων τῷ … ἔτει τῆς προπαρελθούσης βασιλείας γενομένης … ἀμφόδου Θεσμοφορίου. Εὔπορος Λεοντᾶ τοῦ Χαιρήμονος … Καριδοῦτος, λευκόχρως, οὐλὴ ἀστραγάλῳ … γνωστευόμενος ὑπὸ τῆς μητρός, εἰκονισθεὶς ὑπὸ … ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς κδ ἔτους ἐκ βιβλιοθήκης δημοσίων λόγων … κδ ἔτους ἀμφόδου Θεσμοφορίου σταθμὸς … τοῦ Μικροῦ Βουβαστείου Ἀπολλωνίας Α… Δαίμων Λεοντᾶ τοῦ Χαιρήμονος μητρὸς … καὶ Αὐρήλιος Εὔπορος ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὸς … ἄλλης ὁμοίως. Αὐρηλίῳ Πλάτωνι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ … βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ λαογράφοις ε…, παρὰ Αὐρηλίου Εὐπόρου Λεοντᾶ τοῦ Χαιρήμονος μητρὸς …ω…ρο…και… ἀναγραφομένου ἐπʼ ἀμφόδου Θεσμοφορίου. ὑπάρχει τῇ φροντιζομένῃ … ἐπʼ ἀμφόδου Βιθυνῶν Ἰσίωνος οἰκίδιον … εἰς ὃ ἀπογράφομαι ἐμαυτὸν καὶ τὸν ὁμοπάτριον καὶ ὁμομήτριόν μου ἀδελφὸν Αὐρήλιον Σ… τὸν καὶ Δίδυμον ἀναγραφόμενον ἐπὶ τοῦ προκειμένου ἀμφόδου Θεσμοφορίου εἰς τὴν τοῦ θ ἔτους θεοῦ Ἀλεξάνδρου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Αὐρήλιος Εὔπορος ὁ προδεδηλωμένος … καὶ τὸν ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὸν … δ…κ…η…απ…ιουπ…ερ…υ…

---

Documentary Papyri, BGU 11. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;11.
