# Bgu 12 2157

Documentary Papyri, Bgu 12, BGU 12 2157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-12/2157
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-12/2157

μετὰ τὴν ὑπατείαν Φλαουίου Θεοδωρίχου τοῦ λαμπροτάτου Θὼθ κδ, ἐννάτης ἰνδικτίονος. Αὐρηλίᾳ Εὐχαριστίᾳ Ἑρμογένους τῇ εὐγενεστάτῃ ἀπὸ τῆς Ἑρμοπολιτῶν παρὰ Αὐρηλίου Ἀντινόου Πέτρου βραδέως ὑπογράφοντος ἀρτοκόπου τὸ ἐπιτήδευμα ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας πρὸς μόνον ἐνιαυτὸν ἕνα καρπῶν τῆς εὐτυχοῦς εἰσιούσης δεκάτης ἰνδικτίονος τὸ ὑπάρχον ἐπιβάλλον σοι τρίτον μέρος ἀρουρῶν ὅσων ἐστὶν διακειμένων ἐν τόπῳ καλουμένῳ Ταριξ ἐκ λιβὸς …ς σὺν λάκκοις δυσὶν καὶ δεξαμεναῖς εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου ἑκάστης ἀρούρης γεωμετρίας φανησομένης σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν πέντε , ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερθέτως· …ω δέ σοι καὶ τὸ ἐπιβάλλον σοι τρίτον μέρος τῶν ὄντων ἐκεῖσε φυτῶν τουτέστιν ἀκανθεῶν, ἐλαώνων καὶ φοινίκων, καὶ …ωμ… ὑπὲρ φόρου ἑκάστου φοίνικος θηλυικοῦ βαλλομένου καρπὸν ἀπὸ τριῶν θαλλουμένου ἀργυρίου τάλαντα χίλια καὶ τρίτον μέρος ἀπὸ τοῦ καρποῦ τῶν ἐλαώνων, κατὰ κοινωνίαν τοῦ σοῦ ἀδελφοῦ Σαραποδώρου εἰς συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν καὶ τῶν φυτῶν εἰς τὸ κατʼ αὐτὸν δίμοιρον μέρος· ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀντίνοος Πέτρου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Σερ…ου βουλευτὴς Ἑρμουπόλεως μαρ-τυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Δω…αρίου διάκονος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Σαραπίωνος ἐγράφη … μίσθωσις Ἀντινόου Πέτρου ἀρτοκόπου ἀπὸ τῆς Ἑρμουπόλεως

---

Documentary Papyri, BGU 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;12.
