# Bgu 12 2198

Documentary Papyri, Bgu 12, BGU 12 2198. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-12/2198
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-12/2198

μετὰ τὴν ὑπατείαν Φλαυίου Βασιλείου … … Μεχεὶρ δευτέρᾳ, ὀγδόης ἰνδικτίονος. Αὐρήλιοι Ἀπολλῶς υἱὸς Ταυρίνου μητρὸς Μαρίας καὶ Βίκτωρ υἱὸς Ἰωάννου μητρὸς …κης ἀμφότεροι ὁρμώμενοι ἀπὸ κώμης Φβῦ τοῦ Ἑρμουπολίτου νομοῦ … τῷ αἰδεσίμῳ ῥιπαρίῳ υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Ἰωάννου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλλήλων ἀνάδοχοι ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας καὶ ἀξίας τιμῆς χόρτου ξηροῦ κολοβοφυοῦς … μένων μο ιων … γίνονται χόρτου ξηροῦ … τὸν ξηρὸν χόρτον ἀποδώσομεν τῇ σῇ ἀρετῇ τῷ … μηνὶ τῆς σὺν θεῷ εἰσιούσης ἐννάτης ἰνδικτίονος ἐν χόρτῳ ξηρῷ κολοβοφυεῖ καλῷ καὶ εὐαρέστῳ … χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης· τοῦ δὲ καιροῦ παρελθόντος εἰ μὴ ἀποδώσομέν σοι τὸν αὐτὸν χόρτον, ἑτοίμως ἔχομεν παρασχεῖν σοι ὑπὲρ τῆς τοῦ χόρτου τιμῆς χρυσοῦ νομισμάτια … … παρὰ κεράτια δώδεκα … …ν ἀνυπερθέτως, ὑποκειμένων σοι εἰς τοῦτο τὸ γραμματεῖον πάντων ἡμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων ἰδικῶς καὶ γενικῶς καθάπερ ἐκ δίκης· τὸ γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀπολλῶς Ταυρίνου καὶ Βίκτωρ Ἰωάννου οἱ προκείμενοι ἐθέμεθα τοῦτο τὸ γραμματεῖον ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Αὐρήλιος Κολλοῦθος Ἰωάννου … ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. … Ὡρουωγχίου ὑποδιάκονοι μαρτυρῶ … … καὶ Βίκτορος Ἰωάννου …λ χρ… ξηρ κολοβοφ…αρ…

---

Documentary Papyri, BGU 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;12.
