# Bgu 12 2209

Documentary Papyri, Bgu 12, BGU 12 2209. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-12/2209
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-12/2209

ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους τετάρτου, Ἁθὺρ δωδεκάτῃ, τρίτης ἰνδικτίονος. Φλαυίῳ Βίκτορι τῷ λαμπροτάτῳ υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Κύρου ἀπὸ τῆς Ἑρμουπολιτῶν Αὐρήλιος Ἀβραάμιος υἱὸς Ἀνδρέου ἐκ μητρὸς Κα…ς ἀμπελουργὸς ἀπὸ τόπου Πικ…νίου τοῦ Ἑρμουπολίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρʼ ὑμῶν τῆς τελείας τιμῆς οἴνου μέτρων ἑκατὸν εἴκοσι, γίνεται οἴνου μέτρα ρκ, ἅπερ ἀποδώσω σοι ἐν τῷ Μεσορὴ μηνὶ τῆς σὺν θεῷ εἰσιούσης τετάρτης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ, μέτρῳ τοῦ ὑμῶν πίθου· καὶ εἰ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐξ αὐτοῦ ἕως Τῦβι μηνὸς τῆς αὐτῆςἰνδικτίονος, ὁμολογῶ ἀλλάξαι σοι ἐν καλῷ οἴνῳ ἀνυπερθέτως· εἰ δὲ ε…προθεσμ παρέξω χρυσοῦ νομισμάτια δύο κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως· τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀβραάμιος Ἀνδρέου ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Αὐρήλιος Π… Βίκτορος ἀπὸ Ἑρμουπόλεως ἔγραψα … αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Βασίλειος Κολλούθου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου … Βικ… μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἰωάννου …ο…ηλ…ν συμβολαιογρ… χειρόγραφον οἴνου μέτρων ρκ γενόμενον παρὰ Ἀβρααμίου Ἀνδρέου ἀμπελουργοῦ ἀπὸ ἐποικίου Πικ…νίου τοῦ Ἑρμουπολίτου.

---

Documentary Papyri, BGU 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;12.
