# Bgu 14 2383

Documentary Papyri, Bgu 14, BGU 14 2383. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-14/2383
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-14/2383

… … Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Περιτίου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ· ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἐνάτωι ἔτει ὧν οἱ καρποὶ εἰς τὸ δέκατον ἔτος Θεόχρηστος Θρᾶιξ τῶν Φίλωνος ἰδιώτης Σιμίαι Δημητρίου Ἀθηναίωι τῆς ἐπιγονῆς τὸ ἔλειμμα τοῦ …ας κλήρου βα…οδικὰ τοῦ ὅλου, αἵ εἰσιν ἄρουραι πέντε ἢ ὅσαι ἂν γένωνται ἐκ γεωμετρίας, σὺν σπέρματι ἀκίνδυνον ἐκφορίου τὴν ἄρουραν ἑκάστην πυρῶν ἀρταβῶν ἑπτὰ ἡμίσους · δότω δʼ αὐτῶι Θεόχρηστος σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείας· τὰ δʼ ἐκφόρια τὰ συνγεγραμμένα ἀποδότω Σιμίας Θεοχρήστωι, ὅταν ὁ λοιπὸς σῖτος εἰσμετρῆται τῆς κώμης εἰς τὸ βασιλικὸν τοῦ δεκάτου ἔτους, σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι βασιλικῶι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς τὸν βασιλικὸν θησαυρὸν τὸν ἐν Θώλθει ἰδίωι ἀνηλώματι· ἐὰν δὲ … τοτε…αρα… ἑκάστης τῶν πυρῶν δραχμὰς … καὶ ἡ πρᾶξις ἔστω Θεοχρήστωι παρὰ Σιμίου πράσσοντι κατὰ τὸ διάγραμμα· κυριευέτω δὲ Θεόχρηστος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται· βεβαιούτω δὲ Θεόχρηστος Σιμίαι τὴν γὴν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμίσθωκεν· ἐὰν δὲ μὴ βεβαιώσηι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Θεόχρηστος Σιμίαι ἐπίτιμον ἀργυρίου δραχμὰς …κοσίας· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·

---

Documentary Papyri, BGU 14. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;14.
