# Bgu 16 2604

Documentary Papyri, Bgu 16, BGU 16 2604. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-16/2604
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-16/2604

Στίλβων Ἀθηνοδώρωι τῶι θεῶι καὶ κυρίωι χαίρειν καὶ διευτυχεῖν· ἤδη ἐμοῦ ἐξεληλυθότος καὶ γινομένου ἐπὶ τῶι κατὰ τὸν Θαυβαρίου πύργον διέξαντες δοῦλος Χρυσίππου καὶ Σκαλίφου εἰσήνεγκάν με εἰς πόλιν μετὰ πληγῶν καὶ ὕβρεων· ἐάν σοι φαίνηται τῶι Σκαλίφωι γράψαι περὶ τοῦ πλοίου καὶ ἐμοῦ ἵνα με σὺν τῶι πλοίωι ἀπολύσῃ· μέμφεται γάρ σε ὁ Σκάλιφος λέγων ὅτι οὐδὲ τοῦ τυχόντος ἐπιστολίου τέτευχα παρά σου· διὸ ἀξιῶ σε γράψαι τῶι Σκαλίφωι ἵνα ἀπολύσῃ ταχύτερον διὰ τὸ τὴν ἀδελφήν σου βούλεσθαι ἐν τῶι πλοίῳ ἀναπλεῦσαι· περὶ δὲ οὗ ἔχῃ ὅδε πάκτων πᾶσι τοῖς κυβερνήταις τῶν πλοίων εἶπα ἀνενέγκαι σοι αὐτὸν καὶ οὗ πεπρήκασιν αὐτὸν ἀνενέγκαι· τοῦτο δʼ ἔστω τοῦτο τὸ ἐπιστόλιον· ἔρρωσο ἔτους κδ Καίσαρος Φαῶφι σεβαστῇ

---

Documentary Papyri, BGU 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;16.
