# Bgu 16 2611

Documentary Papyri, Bgu 16, BGU 16 2611. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-16/2611
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-16/2611

Ἡρακλείδης Ἀθηνοδώρωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν ὡς εὔχομαι· ἀνέγνων ἃ γεγράφεις· οὔτε ποταπῶι μέτρωι ἐμβάλωμαι οὐ γράφεις εἰς πόλιν· καὶ εἰ ἐκ τῶν πρώτων πυρῶν ἐμβάλῃ εἰς Ἀλεξάνδρειαν, σήμανον· εποπορος δέ μοι προσῆλθε ἐν τῇ Βουσίρει χάριν πυροῦ ἀρταβῶν φ ἐκ δραχμῶν διακοσίων· ἐπὶ τόπου εἴποι σοι· σήμηνον μοι αὔριον ἐν Βουσίρει ὡς τὸ μέτρον ἐκεῖ ἐστιν· ἐγὼ γὰρ αὔριον εἰς Τιλῶθιν πορεύομαι δο…ματα τοῖς ἐμπόροις ειποι … ἡμῖν ἵνα ἐὰν ἄλλοι ἔλθωσιν πωλῶι· καὶ μὴ καθάπαξ κατέχωμεν τοὺς ἐμπόρους· τὰ δʼ ἄλλα σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνησ. ἔρρωσο ἔτους κα Καίσαρος Χοιὰκ κ πάντως σήμηνόν μοι αὔριον περὶ τοῦ μέτρου καὶ περὶ τοῦ ἐμπόρου· καὶ ἐν Τιλώθει μοι ἀποστεῖλον· πέμψον σάκκκους· αἰτούμεθα φόρετρον τῶν ἑκατὸν ἀρταβῶν δραχμὰς δ.

---

Documentary Papyri, BGU 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;16.
