# Bgu 16 2625

Documentary Papyri, Bgu 16, BGU 16 2625. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-16/2625
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-16/2625

Ἀχιλλεὺς Ἀθηνοδώρωι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν διὰ παντὸς ὡς βούλομαι· ἐπεὶ ἐν πᾶσιν ἀμελῶν τῶν φίλων οὐ διαλείπεις· μαρτυροῦσι γὰρ οἱ ἐμοὶ μὴ κομισάμενοι μήτε τὸ ἔλαιον τὸ Δωρᾶτος μήτε τὸν σῖτον ἀλλὰ μηδὲ τὰ πρὸ ἐνιαυτοῦ ε…λα· περὶ μὲν τούτων ἡσυχάζω· σὺ γὰρ φας… μεταμε… ἐμοὶ ἐγράφη ὁ μεταλαβὼν ἐξενεγκεῖν… ἐπὶ τῆς αὐθαδείας λίαν δὲ ε… εἰς ἡμᾶς ταυ… διαπεπραχθέντα …ε ἀφʼ ὧν εχ…ε… ἐν τῆι φασ…ιππ…σεαπ… λοφ…επα…ωμ…ε διαμεμίσθωκε κ…ς ἀποχ…σὺν τῶι τετάρτωι ἀποκαταστῆσαι Τρύφωνι τῶι ἀδελφῷ τὰ ἐκφόρια κατ… μίσθωσιν· ἀνάδος· οὐ γὰρ ἦν εὔλογον ἡμᾶς ἁλίσκεσθαι ὑπό σου· καὶ ταῦτʼ ἐν βίωι· οὐκ ἠθέλησα δὲ …σ…τι…αι ἵνα μὴ μέμψῃ εἰ … κοινωνοὺς ἐμοὶ ἔγραψας· μὴ οὖν ἄλλως ποιήσῃς· καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο· ἔτους ιε Καίσαρος Παχὼν κα Ἀθηνοδώρῳ

---

Documentary Papyri, BGU 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;16.
