# Bgu 16 2626

Documentary Papyri, Bgu 16, BGU 16 2626. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-16/2626
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-16/2626

Εὐρύλοχος Ἀθηνοδώρωι τῶι φιλτάτῳ χαίρειν καὶ ἐρρωμένῳ διευτυχεῖν· τῇ ἐνάτῃ ἡμέρᾳ καὶ αὐτῶν παῤ ἡμῶν προσκαρτερέντων Ἀφεῖ ἀπεξέλθων ἀπελυς… αὐτοὺς εἰς τὴν χώραν· τῆς Δωρίωνος ἐπιστολῆς ἐλθούσης περὶ τοῦ …ναξου ἀνέρχεσθαί σου γράψαντος ἐξαφίνης … παρʼ ἡμῶν ὅτι οὐδέποτε …εν … τονε … ου καὶ δεῖ ανα… ἐπιμέλου δὲ καὶ σεαυτοῦ ἵνα ὑγιαίνῃς· ἔρρωσο· ἔτους ιζ Καίσαρος Μεχεὶρ. ἀναγνοὺς ἐπιστολὴν ταύτην ἔκθες ἵνα … Ἀσκληπιάδου λιθοκρούστου τὴν ἐνγηαλλιούσαις κεχειρισμένοις προστάταις τοῖς οὖσι καὶ γεγονόσι. συνεπίσχυε Ῥουφίωνι ἀπαιτοῦντι ὡς τοῦτον …μένου μοι. πρὸς σεαυτὸν δὲ ἐν …αι πρός σε ἐκ τριῶν τριωβόλου ἀναμιμνοῦντες συνέταξες … δοθῆναι αὐτοῖς τοῦ κδ ἔτους Καίσαρος Ἡρακλεοπολείτου Ἀθηνοδώρῳ πυροῦ ἀρτάβας φ, οἴνου ἡμικάδια ρ, ἐρίων μαλακῶν πόκοι ρ, Ἀρσινοείτου δραχμῶν Γ. Δωρίων ὑπέγραψε. οἱ προκείμενοι οἰκονόμοι ἀνενηνόχασι ἑαυτοῖς καὶ γραμματεῦσι τὰ προκείμενα κεφάλαια ἀπὸ τοῦ ιζ ἔτους ἕως τοῦ κϛ ἔτους … καὶ ἐν τῆι Ἀσκληπιάδου διαλήψεται εμε… Πτολεμαίωι γραμματεῖ πυροῦ σν καὶ ἀργυρίου δραχμὰς υ, περὶ ὧν ἐκ τούτων δεήσει. δοθε… ἐπισκεπ τόμενος τὸν βίον· τὸ ἥμισυ μέρος παντὸς τοῦ ἄλλου ἡγουμένου. … γεωμέτρῃ πυροῦ λ ἐπισκέπτῃ πυροῦ σν γίνονται πυροῦ σπ Δωρίωνα δεῖ δοθῆναι …ειλ… ἐν τῇ τοῦ γραμματέως συντάξει καὶ ἐπʼ ἐκείνων δέον ἐπισκεπε… τούτοις καθʼ ἕκαστον ὑπέγραψα σε … υπαμη… Ῥουφίων …

---

Documentary Papyri, BGU 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;16.
