# Bgu 16 2631

Documentary Papyri, Bgu 16, BGU 16 2631. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-16/2631
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-16/2631

Πάππος Ἀθηνοδώρωι τῶι θειοτάτῳ διοικητῆι πλεῖστα χαίρειν καὶ διὰ παντὸς διευτυχεῖν ἄριστʼ ἐπανάγειν. ἐπεὶ παρεποδίσθην εἰς Μέμφιν γενέσθαι χάριν ἱματίων διὰ τὴν παράστασιν Γάλλου πέπομφα Ἀσκλάπωνα ὅπως … ἀνέβη· ἐὰν οὖν σοι φαίνηται εὐθέως ἀνάγκασον ἐξορμῆσαι ἵνα καὶ αὐτὸς μὴ παραποδισθῶ· ἐκδέχομαι παρʼ αὐτὸν ἕξ· Ἀσκλάπων δέ μοι συμβούλευσε ευκλ… συνήγορον παραστῆσαι· ἄτερ οὖν τῆς σου γνώμης οὐκ ἐβουλήθην δαπανᾶσθαι· διὸ ἐάν σοι φαίνηται, σήμανον. πέπομφα δέ σοι τὴν καταγραφὴν τοῦ ἐν ἁλὶ χωρίου καὶ τὸν τοῦ βασιλικοῦ γραμματέως σχοινισμόν· ἐπιχρονίζω ἐκτὸς τῶν χρόνων. ἐάν σοι φαίνηται διʼ ἡμερῶν …λ…τος πέμψον ὀψαρίδια. τὰ δʼ ἄλλα ἐπιμέλου σεαυτοῦ ἵνʼ ὑγιαίνῃς, ὃ δὴ μέγιστον ἡγοῦμαι. ἔρρωσο ἔτους κα Καίσαρος Φαμενὼθ ϛ … Ἀθηνοδώρωι τῶι διοικητῆι

---

Documentary Papyri, BGU 16. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;16.
