# Bgu 17 2683

Documentary Papyri, Bgu 17, BGU 17 2683 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-17/2683
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-17/2683

ὑπατείας Φλαυίων Κλημεντίνου καὶ Πρόβου τῶν ὑπερφυεστάτων Θὼθ κβ ἑβδόμης ἰνδικτιῶνος. Αὐρηλίᾳ Κύρᾳ τῇ καὶ Εὐστοργίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς λογίας μνήμης Ἀβρααμίου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρα Αὐρηλίου Θεοδώρου Κολλούθου βραδέως ὑπογράφοντος γεωγροῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς εὐγενείας ἐφʼ ὅσον χρόνον διακατέχεις τὴν γενομένην σοι ὑποθήκην παρὰ Θεονίλλας Ἐπιφανίου ἀπὸ τῆς αὐτῆς πόλεως λογιζόμενον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς ὀγδόης ἰνδικτιῶνος καὶ αὐτῆς τὰς ὑποτεθείσας τῇ σῇ εὐγενείᾳ παρὰ τῆς προλεχθείσης Θεονίλλας ἀρούρας ἐννέα ἥμισυ σὺν τετάρτῳ μέρει λάκκου μετὰ παντὸς δικαίου διακειμένας ἐν περιώματι Τραισε ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Ἄρεως τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι. φόρου ἤτοι ἐτησίας ἐπικερδίας τῶν ἐπικερδείας αὐτῇ παρὰ τῆς σῆς κοσμιότητος νομισματίων τριάκοντα ἑπτὰ ἀκολούθως τῷ ἐμφανισθέντι μοι ἐπιστάλματι χρυσοῦ κερατίων ὀηδοήκοντα ἑνὸς ὅνπερ χρυσικὸν φόρον ἤτοι παραμυθείαν ἀποδώσω τῇ σῇ εὐγενείᾳ ἐν μηνὶ Θὼθ ἑκάστου ἔτους ἀνυπερθέτως μέχρι ἐπιλύσεως τῆς αὐτῆς ὑποθήκης. τὸ γράμμα τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θεόδωρος Κολλούθου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Γερόντιος Πέτρου διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Ἰωάννης Ἑρμοῦ ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Νεώτερος Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Πινουτίωνος ἐγράφη … Θὼθ κβ ἰνδικτιῶνος ζ. μίσθωσις Θεοδώρου Κολλούθου ἀπὸ Ἑρμουπόλεως …

---

Documentary Papyri, BGU 17. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;17.
