# Bgu 17 2698.1.1-37

Documentary Papyri, Bgu 17, 2698.1.1 to 2698.1.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-17/2698.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-17/2698.1.1

… … λείπεσθαί μοι ἐκ τοῦ αὐτοῦ ἀριστητηρίου καὶ ἐκ τοῦ προειρημένου δώματος μέχρι ἄκρου δακτύλου ἢ βήματος ἢ ποδός, ἀλλʼ ἅπαν δίκαιον καὶ ἐξόν μοι ἐξ αὐτοῦ στέλλεσθαί σοι καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας τε καὶ ἀξίας τοῦ προειρημένου ὁλοκλήρου ἀριστητηρίου μετὰ τοῦ ἐπάνω αὐτοῦ ὁλοκλήρου δώματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ὡς εἴρηται χρυσοῦ νομίσματα τρία εὔσταθμα παρὰ κεράτια τρία, γίνεται χρυσοῦ νομίσματα γ εὔσταθμα παρὰ κεράτια γ, ἅπερ τὰ προειρημένα χρυσοῦ νομίσματα τρία εὔσταθμα παρὰ κεράτια τρία αὐτόθεν ἀπέσχον ἐγὼ ὁ ἀποδόμενος Ἰωάννης παρὰ σοῦ τοῦ ὠνουμένου Βίκτορος ἀπὸ χειρός σου εἰς χεῖράς μου ἐκ πλήρους ἐπὶ τῶν ἑξῆς ὑπογραφόντων μαρτύρων τῶν κατὰ παράκλησιν ἐμὴν καὶ αἴτησιν καὶ ἀξίωσιν καθυπογραψάντων εἰς ταύτην αὐτὴν πρᾶσιν θεασαμένων … καὶ μαρτυρησάντων τῇ αὐτῇ καταβολῇ τούτων τῶν νομισμάτων τοῦ αὐτοῦ ὁλοκλήρου ἀριστητηρίου καὶ τοῦ εἰρημένου ἐπάνω αὐτοῦ ὁλοκλήρου δώματος κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ χρῆσθαι καὶ οἰκονομεῖν καὶ διοικεῖν καὶ ἐκμισθοῦν καὶ μεταμισθοῦν καὶ κτίζειν καὶ ἐπικτίζειν καὶ πωλεῖν καὶ ὑποθέσθαι καὶ χαρίσασθαι καὶ ἀντικαταλλάξασθαι καὶ πάντα ποιεῖν καὶ πράττειν πάντα ἀπλῶς κατὰ πᾶν δεσποτείας δίκαιον ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς καὶ ἀκολούθως … τὴν βεβαίωσιν ταύτης τῆς πράσεως καὶ καθαροποιήσασθαί σοι καὶ τοῖς σοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις τοῖς τε κεκληρονομημένοις … ἐκστήσειν καὶ ἀποσοβεῖν πάντα ἄνθρωπον ὡς εἰκὸς ἐπελευσόμενον κατὰ σοῦ περὶ τούτου ἢ τοῦ παντὸς διδόναι τὴν αὐτὴν τιμὴν διπλῆν καὶ τὰ αὐτὰ ἀναλώματα καὶ δαπανήματα διπλᾶ πρὸς τ…τον… ταύτην τὴν πρᾶσιν κυρίαν παντὸς πανταχοῦ προφερομένην καὶ προκομιζομένην ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ ὅτι φυλάξω πάντα τὰ προγεγραμμένα ἀπαράβατα ἐπωμοσάμην … ὑποθέμενός σοι εἰς πᾶσαν βεβαίωσιν ταύτης τῆς πράσεως εἰς ἔκτισιν καὶ ἀπόδοσιν αἴτησιν τοῦ ὡς εἰκὸς διπλασίωνος τιμήματος καταβολῆς πάντα μοι τὰ ὄντα καὶ ἐσόμενα πράγματα λόγῳ ἐνεχύρου καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ πρὸς πάντα τὰ προγεγραμμένα ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωάννης Γεωργίου ἀπὸ Ἑρμοῦ πόλεως ὁ προγεγραμμένος ἐθέμην τὴν παροῦσαν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται. Πέτρος Φοιβάμμωνος ἐλάχιστος διάκονος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ πράσει αἰτηθεὶς παρὰ τοῦ θεμένου, μαρτυρῶ δὲ καὶ τῇ δόσει τοῦ χρυσίου τῶν νομισμάτων τριῶν εὐστάθμων παρὰ κεράτια

---

Documentary Papyri, BGU 17. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;17.
