# Bgu 18.1 2750

Documentary Papyri, Bgu 18.1, BGU 18 2750. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-18-1/2750
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-18-1/2750

Σαραπίων Πετειμούθηι χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους λα Φαρμοῦθι ιϛ Λεωνίδῃ· τοῦ παρὰ Κάστορος τοῦ συγγενοῦς καὶ διεξάγοντος τὰ κατὰ τὴν διοίκησιν χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· μέτρησον συνεπιστέλλοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς σημαινομένοις συνακολουθεῖν τῶι Κάστορι ἀραβοτοξόταις ἀνδράσι εἴκοσι εἰς Φαμενὼθ ἑκάστωι πυροῦ ἀρτάβας β τὰς συναγομένας ἐκ τῶν τοῦ λα ἔτους γενημάτων πυροῦ μέτρῳ ἀνηλωτικῶι ἀρτάβας τεσσαράκοντα γίνονται πυροῦ μέτρῳ ἀνηλωτικῷ ἀρτάβαι μ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει· Κάστωρ Σαραπίωνι χαίρειν· μέτρησον συνεπιστέλλοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς συνακολούθοις ἡμῖν ἀραβοτοξόταις ἀνδράσι κ εἰς Φαμενὼθ ἑκάστῳ πυροῦ ἀρτάβας β τὰς συναγομένας πυροῦ ἀρτάβας τεσσαράκοντα γίνονται πυροῦ μέτρῳ ἀνηλωτικῶι ἀρτάβαι μ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει· τοῖς γραμματεῦσι ἔτους λα Φαρμοῦθι ιϛ … Ἡρακλεοδώρῳ ἔτους λα Φαρμοῦθι ιϛ Πετειμούθηι

---

Documentary Papyri, BGU 18.1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;18.1.
