# Bgu 2 362.pag9.10-362.pag11.18

Documentary Papyri, Bgu 2, 362.pag9.10 to 362.pag11.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/362.pag9.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/362.pag9.10

Δημητρίου ἐξηγητεύσαντος τῆς Ἀλεξανδρέων πόλεως, ἀφʼ ὧν ἐδανείσατο ἐπὶ ὑπαλλαγῇ ἔτι πάλαι ὑπάρχουσι αὐτοῦ κεφαλαίου ταλάντων β δραχμαὶ Β ἐπισήμου τάλαντον α τόκου ἕως τοῦ διεληλυθότος μηνὸς Φαμενὼθ δραχμαὶ σι Ὀλυμπιάδος Ἑλληνίδος θυγατρὸς Διδύμου Σαραπίωνος, ἃς ἐδανείσατο ἔτι ἀπὸ τοῦ … Ἁθὺρ ἐπὶ ὑπαλλαγῇ οἰκίας, διὰ Α… Πτολεμαίου υἱοῦ Ἡρωνείνου γυμνασιαρχήσαντος καὶ Κοπρῆ Ἁρποκρατίωνος τοῦ καὶ Διδύμου ἀγοραστῶν τῆς αὐτῆς οἰκίας δραχμαὶ Γ τόκου ἕως τοῦ διεληλυθότος μηνὸς Φαμενὼθ αἱ λοιπαὶ δραχμαὶ λ γίνονται ἐπὶ τὸ αὐτὸ λημμάτων τάλαντα β δραχμαὶ Βρ καὶ ἐγλόγου τοῦ μηνὸς ἐλοιπογράφησα δραχμαὶ ωϙϛ ὀβολὸς ἐπὶ τὸ αὐτὸ σὺν καὶ τῇ ἐγλόγῳ τάλαντα β δραχμαὶ Βϡϙϛ ὀβολὸς ἐξ ὧν ἀναλώθησαν ε ἱερᾶς οὔσης ὑπὲρ νίκης καὶ σωτηριῶν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ ἀσπιδίων καὶ ἀνδριάντων καὶ ἀγαλμάτων πάντων δραχμαὶ ιϛ ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ δ θ γενεθλίων τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων ὡς πρόκειται δραχμαὶ κδ ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷδραχμαὶϛ στροβίλων καὶ ἀρωμάτων καὶ λιβανωτοῦ δραχμαὶ … ναῦλα ὄνων ὑπὸ δένδρα καὶ βαὶς δραχμαὶ … ἀλείψεως τῶν ἐν τῷ ἱερῷ ἀνδριάντων πάντων ἐλαίου δραχμαὶ κ μισθὸς χαλκουργῷ ἀλείψαντι τοὺς ἀνδριάντας δραχμαὶ δ ἐργάταις κωμάσασι τὸ ξόανον ἐν τῷ θεάτρῳ δραχμαὶ ιϛ στεφάνων αὐτῷ τῷ ξοάνῳ δραχμαὶ δ καὶ εἰς διαγραφὴν δημοσίων τελεσμάτων κβ ἔτους τῶν ἑξῆς κωμῶν· Πτολεμαίδος Δρυμοῦ ὁμοίως δραχμαὶ κ Τρικωμίας ὁμοίως δραχμαὶ μ Ἀλεξάνδρου Νήσου ὁμοίως δραχμαὶ … τοῦ βαλανείου κώμης Φιλαγρίδος δραχμαὶ … … καὶ εἰς διαγραφὴν τελεσμάτων κώμης Πυρρείας δραχμαὶ … Κερκεσήφεως ὁμοίως δραχμαὶ … Τρικωμίας ὁμοίως δραχμαὶ ιβ ιγ καὶ ιδ ἱερῶν οὐσῶν ὑπὲρ σωτηριῶν καὶ κρατήσεως τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων ὡς πρόκειται δραχμαὶ ιϛ ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ δ ιϛ γενεθλίων θεοῦ Σεουήρου πατρὸς τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων δραχμαὶ κ ἐλαίου εἰς λυχναψίαν ἐν τῷ σηκῷ δραχμαὶ ϛ στροβίλων καὶ ἀρωμάτων καὶ ἄλλων δραχμαὶ ιβ ἐργάταις κωμάσασι τὸ ξόανον ἐν τῷ θεάτρῳ δραχμαὶ ιϛ στεφάνων αὐτῷ τῷ ξοάνῳ δραχμαὶ δ ιθ ἱερᾶς οὔσης ὑπὲρ τοῦ ἀνηγορεῦσθαι τὴν κυρίαν ἡμῶν Ἰουλίαν Δόμναν μητέρα τῶν ἀηττήτων στρατοπέδων, στέψεως τῶν ἐν τῷ ἱερῷ πάντων ὡς πρόκειται δραχμαὶ …

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
