# Bgu 2 422

Documentary Papyri, Bgu 2, BGU 2 422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/422
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/422

Δίων στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος … βασιλικῷ γραμματεῖ Ἀρσινοίτου τῆς αὐτῆς μερίδος τῷ φιλτάτῳ χαίρειν. τοῦ δοθέντος βιβλίου ὑπὸ Ζωίδος τῆς Πετεσούχου τοῦ … μετὰ κυρίου τοῦ συνγενοῦς Τεῶτος τοῦ Ἀπεὶ βουλομένης ὠνήσασθαι ἐκ τοῦ δημοσίου ἀπὸ κατοικικοῦ ὑπολόγου περὶ κώμην Καρανίδα εἰς σιτοφόρον ἀρούρας … τὸ ἀντίγραφόν σοι, φίλτατε, ἐπέστειλα … …ας ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου … Δίωνι στρατηγῶι Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ζωίδος τῆς Πετεσούχου τοῦ … ἀπὸ κώμης Καρανίδος μετὰ κυρίου τοῦ συνγενοῦς Τεῶτος τοῦ Ἀπεῖτος βουλομένης ὠνήσασθαι ἐκ τοῦ δημοσίου ἀπὸ κατοικικοῦ ὑπολόγου εἰς σιτοφόρον περὶ κώμην Καρανίδα ἀρούρας … πρώτης σφραγῖδος ἀρούρης ἡμίσους νότου … τῆς δευτέρας σφραγῖδος τῶν λοιπῶνγἀνέμων … βορρᾶ δημοσία ὁδός, ἀπηλιώτου … ἅσπερ κυρωθεῖσα διαγράψω ἑκάστης ἀρούρης δραχμὰς εἰκοσιοκτὼ κα…ς των πο… ἕξω δὲ εἰς τὴν τούτων κατεργασίαν καὶ ἀνάκτησιν ἀτέλειαν ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους Ἀντωνίνου τοῦ κυρίου μεθʼ ἃ τελέσω τῆς ἐν σπόρωι φανησομένης ἑκάστης ἀρούρης πυροῦ ἀρτάβην μίαν καὶ τὸ ναύβιον, πρὸς ἕτερον δὲ οὐδὲ ἁπλῶς οὐδὲν πραχθήσομαι … μενεῖ δὲ καὶ ἐμοὶ καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταπαραλημψομένοις ἡ τούτων κράτησις κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον, ἐὰν φαίνηται ἐπιστεῖλαι οῖς καθήκει ἕκαστα ἐπιτελεῖν ὃν τρόπον ἁρμόζει. ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
