# Bgu 2 445

Documentary Papyri, Bgu 2, BGU 1 78. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/445
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/445

ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς … ἐν Πτολεμαίδι Δρυμοῦ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Σοηροῦς Σατορνείλου ὡς ἐτῶν … οὐλὴ … ἐκ δεξιῶν μετὰ κυρίου τοῦ πατρὸς Σατορνείλου τοῦ Διδᾶ ὡς ἐτῶν ἑξήκοντα … Σοήρει Πανεφρέμμεως ἱερείᾳ ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν τεσσαράκοντα … μετὰ κυρίου … … Στοτοήτιος τοῦ Στοτοήτιος ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ … ἀπέχειν αὐτὴν παρὰ τῆς Σοήρεως διὰ τῆς ἐν τῇ μητροπόλει Ἀμμωνίου τραπέζης πλατείας Κλεοπατρίου ἀργυρίου δραχμὰς ὀκτακοσίας εἴκοσι τέσσαρας , ἀπὸ δραχμῶν χιλίων πεντακοσίων εἴκοσι , ὧν ἐδανείσατο ἡ Σοηροῦς παρὰ τῆς Σοήρεως … …κονείου καὶ διεκβολὴν τῆς Ἡρακλείδου τραπέζης πρὸς τῇ Ἀθηνᾷ τε… μηνὶ Γερμανικίῳ ἑπτακαιδεκάτῃ ἐπὶ μεσιτείᾳ τῶν ὑπαρχόντων αὐτῇ … κλήρου κατοικικοῦ ἀρουρῶν τεσσάρων κοινῶν καὶ ἀδιαιρέτων ἀπὸ ἀρουρῶν … …ν ἡμίσους μέρους κλήρου κατοικικοῦ ἀρουρῶν τριῶν ἡμίσους … καὶ ἐλαιῶνος ἀρουρῶν τεσσάρων ἡμίσους πρὸς ἐποικίῳ Αβρω… ὡς καθήκει πεποιῆσθαι τὴν Σοηροῦν τῇ Σοήρι μόνων ὧν … μὴ ἐπελεύσεσθαι μήτε αὐτὴν Σοηροῦν μηδὲ ἄλλον ὑπὲρ αὐτῆς μήτε ἐπὶ τὴν Σοῆριν μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς μήτε περὶ ὧν ἀπέχει, ὡς πρόκιται, ἀργυρίου δραχμῶν ὀκτακοσίων εἴκοσι τεσσάρων μηδὲ περὶ … … ἔτους μέχρι τοῦ Παχὼν μηνὸς καὶ αὐτοῦ τοὺ Παχὼν μηνὸς … … τὰς λοιπὰς τοῦ κεφαλαίου δραχμὰς ἑξακοσίας ἐνενήκοντα ἕξ … … ἃς καὶ ἡ Σοῆρις ἀποδώσει ἐν ᾗ ἡγήσατο προθεσμίᾳ μηνὶ Παχὼν τοῦ … ἔτους … τῆς πράξεως οὔσης ἐκ τε τῆς Σοήρεως καὶ ἐκ τῶν λοιπῶν τῆς μεσιτείας ἀρουρῶν πάντων καθάπερ ἐκ δίκης … … ὑπογραφεὺς τῆς Σοηροῦτος … Στοτοήτιος … … Σοηροῦς Σατορνείλου μετὰ κυρίου τοῦ πατρὸς Σατορνείλου τοῦ Διδᾶ ἀπέχω παρὰ τῆς Σοήρεως ἀργυρίου δραχμὰς ὀκτακοσίας εἴκοσι τέσσαρες , ἀφʼ ὧν ἐδανεισάμην ἀργυρίου δραχμῶν χιλίων πεντακοσίων εἴκοσι … … καὶ οὐκ ἐπελεύσομαι ἐπʼ αὐτὴν … …π…

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
