# Bgu 2 468

Documentary Papyri, Bgu 2, BGU 2 468. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/468
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/468

ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι δ. ἀπὸ τὴς Παλαμήδους καὶ μετόχων τραπέζης Διονυσιάδος. Σάτυρος Σατύρου Δαμαρίωνος, ἀναγραφόμενος ἐπʼ ἀμφόδου Βιθυνῶν Ἰσίωνος, Διοδώρῳ Παποῦτος τοῦ Ἡρακλᾶ· ἀπέχειν αὐτὸν τὴν τιμὴν οὗ ἠγόρασεν ὁ Σάτυρος παρὰ τοῦ Διοδώρου καμήλου ἄρρενος πυρροῦ πρωτοβόλου κεχαραγμένου ἐπὶ δεξιῷ μηρῷ δέλτα ἰῶτα, ὃν καὶ παρείληφεν ὁ Σάτυρος τοῦτον τοιοῦτον ἀναπόρριφον ἀφʼ ὧν καὶ αὐτὸς ὁ Διόδωρος ἔχει ἐν ἀπογραφῇ καμήλων ἐπὶ κώμης Διονυσιάδος, ἀργυρίου δραχμὰς τριακοσίας πεντήκοντα δύο , καὶ βεβαιώσει ὁ Διόδωρος τὸν πεπραμένον κάμηλον καὶ ἀπὸ δημοσίων τούτου μέχρι τοῦ διεληλυθότος τρεισκαιδεκάτου ἔτους καὶ αὐτοῦ, καὶ ἐπάναγκον τὸν Σάτυρον τοῦτον ἀπογράψασθαι ἐν τῇ τῶν καμήλων ἀπογραφῇ τοῦ ἐνεστῶτος ιδ ἔτους ἐπὶ τῆς μητροπόλεως καὶ ἀποδώσειν αὐτὸν τὰ ἀπὸ τοῦ ιδ ἔτους δημόσια Διόδωρος Παποῦτος τοῦ Ἡρακλᾶ πέπρακα Σατύρῳ Σατύρου τοῦ Δαμαρίωνος τὸν πρὸκίμενον κάμηλον ἕνα πυρρὸν πρωτοβόλον κεχαραγμένον ἐπὶ μηρῷ δεξιῷ δέλτα καὶ ἰῶτα τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχω τὴν τούτου τιμὴν ἀργυρίου δραχμὰς τριακοσίας πεντήκοντα δύο καὶ βεβαιώσω.

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
