# Bgu 2 514

Documentary Papyri, Bgu 2, BGU 2 514. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/514
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/514

ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου Φαμενὼθ α ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πτολεμαῖος Πτολεμαίου τοῦ …υ μητρὸς …ρ… πεως ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν … οὐλὴ … μέσῃ Πακύσι Ὀννώφρεως τοῦ Σαταβοῦτος ὡς ἐτῶν κ οὐλὴ γόνατι ἀριστερῷ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τοῦ Πακύσεως διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν πεντήκοντα δύο καὶ μέτρῳ ἑξαχοινίκῳ πυροῦ ἀρτάβας … ἃς ὤφειλεν αὐτῷ καθʼ ὁμολογίαν τελειωθεῖσαν τῷ ε μηνὶ Ἁδριανῷ διὰ γραφείου κώμης Βακχιάδος, ἣν καὶ ἀναδέδωκεν αὐτῷ ὁ ὁμολογῶν Πτολεμαῖος τῷ Πακύσι εἰς ἀθέτησιν καὶ ἀκύρωσιν σὺν ταῖς ταύτης διαστολαῖς … καὶ μὴ ἐνκαλεῖν μηδὲ ἐπελεύσασθαι μηδὲ Πτολεμαῖον μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Πακῦσιν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας κατὰ μηδένα τρόπον … Πτολεμαῖος Πτολεμαίου ὁμολογῶ ἀπέχειν παρὰ τοῦ Πακύσεως τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν πεντήκοντα δύο καὶ πυροῦ ἀρτάβας … ὡς πρόκιται. Πασίων Πεθέως ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
