# Bgu 2 526

Documentary Papyri, Bgu 2, BGU 2 526. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/526
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/526

ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ἀπελαίου πεντεκαιδεκάτηι Φαῶφι ιε ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσι Πεκῦσις Τεστήους ὡς ἐτῶν ν οὐλὴ ῥινὶ μέσῃ καὶ Στοτοῆτις Στοτοήτιος ὡς ἐτῶν λ οὑλὴ πήχει δεξιῶι Ἁκώρι Ἁκώριος ὡς ἐτῶν λε οὐλὴ γόνατι ἀριστερῶι μεμισθωκέναι αὐτῶι τοὺς ὁμολογοῦντας ἐπὶ τὸ ἐνεστὸς ἕκτον ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ εἰς σπορὰν χόρτου κοπὴν καὶ ξηρασίαν γῆς ἀρούρης μιᾶς σχοινίωι ἐξʼ ὧν γεωργοῦσιν οἱ ὁμολογοῦντες περὶ τὴν κώμην δημοσίων ἐδαφῶν ἐν τῇ Τεσσβῶβις λεγομένῃ ἀπὸ βορρᾶ ὧν γεωργεῖ Ἑριεὺς Πετεσούχου, καὶ ἐπιτελέσειν τοὺς ὁμολογοῦντας τὰ καθήκοντα γεωργικὰ ἔργα πάντα καὶ τοὺς βοτανισμοὺς καὶ ἀπέχουσιν οἱ ὁμολογοῦντες ἐκ προδόματος τὴν τῶν ἐκφορίων τιμὴν παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιούτωι πάσῃ βεβαιώσει. ὑπογραφεῖς τοῦ μὲν ὁμολογοῦντος Ἀπολλόνιος Πανεσνέως ὡς ἐτῶν κα οὐλὴ χειρὶ ἀριστερᾷ καὶ Λεονίδης Ζωίλου ὡς ἐτῶν κδ οὐλὴ μετώπωι ἐκ δεξιῶν. Πεκῦσις Τεστήους καὶ Στοτοῆτις Στοτοήτιος οἱ δύο ὁμολογοῦμεν μεμισθωκέναι Ἑκώρι Ἑκώριος εἰς σπορὰν χόρτου κωπῆς καὶ ξηρασίας γῆς ἀρούρης μιᾶς σχοινίωι ἐξ ὧν γεωργοῦμεν περὶ κώμην δημοσίων ἐδαφῶν ἐν τῇ Τεσσβῶβις λεγομένῃ καὶ ἐπιτελέσομεν τὰ γεωργικὰ ἔργα καὶ βοτανισμοὺς καὶ ἀπέχω ἐκ προδόματος τὴν τῶν ἐκφορίων τιμὴν καὶ βεβαιώσομεν καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Ἀπολλόνιος Πανεσνέος διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ἁκῶρις Ἁκώριος γέγονε εἴς με ἡ ὁμολογία καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ Λεονίδης Ζωίλου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
