# Bgu 2 529

Documentary Papyri, Bgu 2, BGU 2 529. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/529
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/529

Αὐρηλίῳ Ἰσιδότῳ τῷ καὶ Ὠριγένῃ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διαδεχομένῳ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Αὐρηλίων Λογγίνου τοῦ καὶ Ζωσίμου καὶ …τησι…αι … καὶ μετόχων σιτολόγων κώμης Καρανίδος μηνιαῖος ἐν κεφαλαίῳ τοῦ Παῦνι μηνὸς τοῦ ἐνεστῶτος κδ ἔτους ἀπὸ γενημάτων τοῦ αὐτοῦ ἔτους. εἰσὶ αἱ μετρηθεῖσαι ἡμῖν ἐν θησαυρῷ τῆς προκειμένης κώμης τῷδε τῷ μηνὶ ὑπὲρ ἀννώνας πυροῦ ἀρτάβας νγ κριθῆς ἀρτάβας λγ, ὧν αὐτῆς Καρανίδος πυροῦ ἀρτάβας λ κριθῆς ἀρτάβας λ καὶ κώμης Κερκεσούχων πυροῦ ἀρτάβας κ κριθῆς ἀρτάβας γ Π… πυροῦ ἀρτάβας γ γῆ ὑπὲρ ἄλλων κωμῶν πυροῦ ἀρτάβας κγ κριθῆς γ γίνονται αἱ προκείμεναι. καὶ ἐγλόγου τοῦ προτέρου μηνὸς πυροῦ ἀρτάβας ριη κριθῆς ἀρτάβας ρογ σὺν δὲ τῇ ἐγλόγῳ πυροῦ ἀρτάβας ροα κριθῆς ἀρτάβας σϛ ἔτους κδ Μάρκου Αὐρηλίου Σευήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Ἐπὶφ ….

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
