# Bgu 2 592

Documentary Papyri, Bgu 2, BGU 2 592. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/592
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/592

…νδ… μεταδοὺς τῇ συνηγορουμένῃ … λόγον αὐτὸν ἀξιοῦμεν δοῦναι. Διόσκορος ῥήτωρ ἀπεκρίνατο· ὁ Πνεφερῶς τετελεύτηκεν πρὸ δωδεκαετίας καὶ τῶν αὐτοῦ ἀντελάβοντο πάντες οἱ υἱοὶ κατὰ τὰ προσήκοντα μέρη· οὐ γὰρ μόνος ἐστὶν ὁ ἡμέτερος, ἀλλὰ καὶ ἕτεροι, νῦν ἐν στρατείᾳ ὄντες, κατὰ διαθήκην, ἣν ἀπέλιπεν ἐκεῖνος. ἡ γὰρ ἀντίδικος ἐπισταμένη ὡς προοικισθ… καὶ οὐδεμία μετουσία ἐστὶν αὐτῇ τῶν ἐκείνου ἡσυχίαν ἤγαγεν. Δίδυμος πρεσβύτερος ῥήτωρ εἶπεν· παραπλαστός ἐστιν ἡ διαθήκη …ουδε …να κατὰ … ἀποφέρονται …ντος αὐτὴν ἐσφραγισμένην … οὐδέπω λυθείσης πῶς δύνηται …τα… τὰ ἐνγεγραμμένα …α…ν… παρανόμου οὔσης αὐτῆς. Διόσκορος· κατήχθησαν τὰ γεγραμμένα. Πτολεμαῖος Σαραπίωνος τῶν γεγυμνασιαρχηκότων τῆς Ἀρσινοειτῶν πόλεως ὁ κριτὴς σκεψάμενος ὑπηγόρευσεν ἀπόφασιν, ἣ καὶ ἀνεγνώσθη, κατὰ λέξιν οὕτως ἔχουσα· χειρογραφήσει ἀμφότερα τὰ μέρη ἐν ἡμέραις τριάκοντα γενέσθαι ἐπὶ τοῦ στρατηγοῦ, ὅπως λυθῇ ἡ διαθήκη καὶ γνωσθῶσι οἱ κληρονόμοι. ἐὰν δὲ μὴ ἐν ταύταις ἡ λύσις γένηται τὰ γενήματα ἐν μεσεγγυήματι ἔσται. ἐξῆλθεν Ἀπολλώνιος ὁ ἡγεμονικὸς ὑπηρέτης. ὑπογραφή· ἀνέγνων.

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
